Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οὐ μὴν ἀλλὰ τοιαύτης ἐν τῇ Λιβύῃ γεγενημένης μεταβολῆς οἱ μὲν Καρχηδόνιοι διεπέμποντο πρὸς Ἀμίλκαν εἰς τὴν Σικελίαν, ἀξιοῦντες κατὰ τάχος

v.5.p.194
πέμψαι βοήθειαν, καὶ τὰ ληφθέντα χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν ἀπέστειλαν αὐτῷ. ὁ δὲ τοῖς καταπλεύσασι παρεκελεύσατο σιωπᾶν μὲν τὴν γεγενημένην ἧτταν, διαδιδόναι δὲ λόγον εἰς τοὺς στρατιώτας ὡς Ἀγαθοκλῆς ἄρδην ἀπώλεσε καὶ τὰς ναῦς καὶ τὴν δύναμιν ἅπασαν.

αὐτὸς δὲ πέμψας τινὰς τῶν παρόντων ἐκ Καρχηδόνος εἰς τὰς Συρακούσσας πρεσβευτὰς καὶ τὰ χαλκώματα συναποστείλας ἠξίου παραδιδόναι τὴν πόλιν· τὴν μὲν γὰρ δύναμιν τῶν Συρακοσίων ὑπὸ Καρχηδονίων κατακεκόφθαι, τὰς δὲ ναῦς ἐμπεπυρίσθαι· τοῖς δʼ ἀπιστοῦσιν ἀπόδειξιν παρέχεσθαι τὴν τῶν ἐμβόλων κομιδήν.

τῶν δʼ ἐν τῇ πόλει πυθομένων τὴν περὶ τὸν Ἀγαθοκλέα προσηγγελμένην συμφορὰν οἱ πολλοὶ μὲν ἐπίστευσαν, οἱ προεστηκότες δὲ διστάζοντες διετήρησαν μὲν χάριν τοῦ μὴ γενέσθαι ταραχήν, τοὺς πρεσβευτὰς δὲ ταχέως ἐξέπεμψαν, τοὺς δὲ τῶν φυγάδων συγγενεῖς καὶ φίλους καὶ τῶν ἄλλων τοὺς δυσχεραίνοντας τοῖς ὑπʼ αὐτῶν πραττομένοις ἐξέβαλον ἐκ τῆς πόλεως, ὄντας οὐκ ἐλάττους ὀκτακισχιλίων.

κἄπειτα τοσούτου πλήθους ἄφνω συναναγκαζομένου τὴν πατρίδα φεύγειν ἔγεμεν ἡ πόλις διαδρομῆς καὶ θορύβου καὶ γυναικείων κλαυθμῶν· οὐδεμία γὰρ ἦν οἰκία πένθους ἀκοινώνητος κατὰ τοῦτον τὸν καιρόν.

οἱ μὲν γὰρ περὶ τὴν τυραννίδα τοῦ Ἀγαθοκλέους καὶ τῶν τέκνων αὐτοῦ τὴν συμφορὰν ὠδύροντο, τῶν δʼ ἰδιωτῶν οἱ μὲν τοὺς ἀπολωλέναι δοκοῦντας κατὰ Λιβύην ἔκλαιον, οἱ δὲ τοὺς ἐκπίπτοντας ἀφʼ ἑστίας

v.5.p.195
καὶ πατρῴων θεῶν, οἷς οὔτε μένειν ἐξῆν οὔτʼ ἐκτὸς τῶν τειχῶν προάγειν, πολιορκούντων τῶν βαρβάρων, πρὸς δὲ τοῖς εἰρημένοις κακοῖς τηλικούτοις οὖσιν ἠναγκάζοντο νηπίους παῖδας καὶ γυναῖκας συνεφέλκεσθαι τῇ φυγῇ.

ὁ δʼ Ἀμίλκας, καταφυγόντων πρὸς αὐτὸν τῶν φυγάδων, τούτοις μὲν τὴν ἀσφάλειαν παρέσχετο, τὴν δὲ δύναμιν παρασκευάσας προῆγεν ἐπὶ τὰς Συρακούσσας, ὡς αἱρήσων τὴν πόλιν διά τε τὴν ἐρημίαν καὶ διὰ τὴν προσηγγελμένην τοῖς ὑπολελειμμένοις συμφοράν.