Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δʼ Ἀγαθοκλῆς κατασκεψάμενος τὰς τῶν βαρβάρων τάξεις τὸ μὲν δεξιὸν κέρας ἔδωκεν Ἀρχαγάθῳ τῷ υἱῷ, παραδοὺς αὐτῷ πεζοὺς δισχιλίους καὶ πεντακοσίους, ἑξῆς δʼ ἔταξε τοὺς Συρακοσίους, ὄντας τρισχιλίους πεντακοσίους, εἶτα μισθοφόρους Ἕλληνας τρισχιλίους, τελευταίους δὲ Σαμνίτας καὶ Τυρρηνοὺς καὶ Κελτοὺς τρισχιλίους. μετὰ δὲ τῆς θεραπείας αὐτὸς τοῦ ἡμίσους κέρατος προηγωνίζετο, χιλίοις ὁπλίταις πρὸς τὸν ἱερὸν λόχον τῶν Καρχηδονίων ἀντιτεταγμένος· τοὺς δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους ὄντας ἐπὶ τὰ κέρατα διεῖλεν.

ὅπλα μὲν οὖν οἱ στρατιῶται μόγις εἶχον ἱκανά· τοὺς δʼ ἐκ τῶν ἀφράκτων ὁρῶν ἀνόπλους ὄντας τὰ τῶν ἀσπίδων ἔλυτρα ῥάβδοις διέτεινε καὶ τῇ φαντασίᾳ τὸν τῆς ἀσπίδος κύκλον μιμησάμενος ἀνέδωκεν αὐτοῖς πρὸς μὲν τὴν χρείαν οὐδαμῶς ἐπιτήδεια, πρὸς δὲ τὴν πόρρωθεν ὁρωμένην ὄψιν δυνάμενα δόξαν ὅπλων ἐμποιῆσαι τοῖς ἀγνοοῦσι τἀληθές.

ὁρῶν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τὸ πλῇθος τῆς βαρβαρικῆς ἵππου καὶ δυνάμεως ἀφῆκεν εἰς τὸ στρατόπεδον κατὰ πλείονας τόπους γλαῦκας, ἃς ἐκ χρόνου παρεσκεύαστο πρὸς τὰς ἀθυμίας τῶν πολλῶν·

αὗται

v.5.p.189
δὲ διὰ τῆς φάλαγγος πετόμεναι καὶ προσκαθίζουσαι ταῖς ἀσπίσι καὶ τοῖς κράνεσιν εὐθαρσεῖς ἐποίουν τοὺς στρατιώτας, ἑκάστων οἰωνιζομένων διὰ τὸ δοκεῖν ἱερὸν εἶναι τὸ ζῷον τῆς Ἀθηνᾶς.

ταῦτα δέ, καίπερ ἄν τισι δόξαντα κενὴν ἔχειν ἐπίνοιαν, πολλάκις αἴτια γίνεται μεγάλων προτερημάτων. ὃ καὶ τότε συνέβη γενέσθαι· ἐμπεσόντος γὰρ εἰς τὰ πλήθη θάρσους καὶ διαδοθέντων λόγων ὡς τὸ θεῖον αὐτοῖς φανερῶς προσημαίνει νίκην, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν.