Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀντίγονος δὲ προκεχειρισμένος ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει. ὡς δʼ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δʼ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων

v.5.p.328
ταλάντων.

αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους. εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν.

χωρὶς δὲ τούτων τρισχίλια τάλαντα μετὰ τῆς δυνάμεως ἐκόμιζεν, ὅπως τοιαύτην ἔχῃ τὴν χορηγίαν, ὅταν αὐτῷ χρεία γένηται χρημάτων. ἔπειτα τὸν Ταῦρον ὑπερβαλὼν προῆγεν ἐπὶ Καππαδοκίας καὶ τοὺς ἀφεστηκότας περὶ τὴν ἄνω Φρυγίαν καὶ Λυκαονίαν ἐπιπορευόμενος πάλιν εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησεν.

καθʼ ὃν δὴ χρόνον οἱ περὶ τὸν Λυσίμαχον πυθόμενοι τὴν τῶν πολεμίων παρουσίαν συνήδρευον, βουλευόμενοι πῶς χρηστέον εἴη τοῖς ἐπιφερομένοις κινδύνοις.

ἔδοξεν οὖν αὐτοῖς εἰς μὲν μάχην μὴ συγκαταβαίνειν, ἕως ἂν οἱ περὶ Σέλευκον ἐκ τῶν ἄνω σατραπειῶν καταβῶσι, τόπους δὲ ὀχυροὺς καταλαβέσθαι καὶ χάρακι καὶ τάφρῳ τὴν στρατοπεδείαν ἀσφαλισαμένους ὑπομένειν τῶν πολεμίων τὴν ἔφοδον. οὗτοι μὲν οὖν τὸ δοχθὲν αὐτοῖς ἐπετέλουν κατὰ σπουδήν. ὁ δʼ Ἀντίγονος ἐπεὶ πλησίον ἐγένετο τῶν πολεμίων, ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο εἰς μάχην.

οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος αὐτὸς μὲν κατελάβετο τόπους τινάς, διʼ ὧν ἀναγκαῖον ἦν τὰς τροφὰς τοῖς ἐναντίοις παρακομίζεσθαι· οἱ δὲ περὶ τὸν Λυσίμαχον φοβηθέντες μήποτε τῆς ἀγορᾶς ἀποκοπείσης ὑποχείριοι γένωνται τοῖς πολεμίοις, νυκτὸς ἀνέζευξαν καὶ διατείναντες σταδίους τετρακοσίους κατεστρατοπέδευσαν περὶ Δορύλαιον·

εἶχε γὰρ τὸ χωρίον σίτου τε

v.5.p.329
καὶ τῆς ἄλλης χορηγίας πλῆθος καὶ ποταμὸν παραρρέοντα δυνάμενον ἀσφάλειαν παρέχεσθαι τοῖς παρʼ αὐτὸν στρατοπεδεύουσι. βαλόμενοι δὲ στρατοπεδείαν ὠχύρωσαν τὴν παρεμβολὴν βαθείᾳ τάφρῳ καὶ τριπλῷ χάρακι.