Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τὰ μὲν οὖν νόμιμα τῶν Ἀράβων τοιαῦτʼ εἶναι συμβέβηκεν. ὑπογύου δʼ αὐτοῖς οὔσης πανηγύρεως, εἰς ἣν εἰώθασιν οἱ περίοικοι καταντᾶν οἱ μὲν ἀποδωσόμενοι τῶν φορτίων, οἱ δʼ ἀγοράσοντές τι τῶν αὐτοῖς χρησίμων, εἰς ταύτην ἐπορεύθησαν, ἀπολιπόντες ἐπί τινος πέτρας τὰς κτήσεις καὶ τοὺς πρεσβυτάτους,

ἔτι δὲ τέκνα καὶ γυναῖκας. τὸ δὲ χωρίον ὑπῆρχεν ὀχυρὸν μὲν καθʼ ὑπερβολήν, ἀτείχιστον δὲ καὶ τῆς οἰκουμένης ἀπέχον δυεῖν ἡμερῶν ὁδόν. οἱ δὲ περὶ τὸν Ἀθήναιον παρατηρήσαντες τοῦτον τὸν καιρὸν ὥρμησαν ἐπὶ τὴν πέτραν εὔζωνον ἔχοντες τὴν δύναμιν· διανύσαντες δʼ ἀπὸ τῆς Ἰδουμαίας ἐπαρχίας ἐν ἡμέραις τρισὶ καὶ νυξὶ ταῖς ἴσαις σταδίους δισχιλίους καὶ διακοσίους ἔλαθον τοὺς Ἄραβας περὶ μέσας νύκτας καταλαβόμενοι τὴν πέτραν.

εὐθὺς δὲ τῶν ἐγκατειλημμένων οὓς μὲν ἀνῄρουν, οὓς δʼ ἐζώγρουν, ἐνίους δὲ τραυματίας ἀπέλιπον καὶ τοῦ μὲν λιβανωτοῦ καὶ τῆς σμύρνης συνεσκευάσαντο τὸ πλεῖον μέρος, ἀργυρίου δὲ περὶ πεντακόσια τάλαντα. ἐνδιατρίψαντες δʼ οὐ πλείω χρόνον φυλακῆς ἑωθινῆς εὐθὺς ἀνέστρεψαν κατὰ σπουδήν, διαλαμβάνοντες ὑπὸ τῶν βαρβάρων διωχθήσεσθαι. διατείναντες δὲ σταδίους διακοσίους κατεστρατοπέδευσαν, ὄντες κατάκοποι καὶ ῥᾳθύμως ἔχοντες τὰ περὶ τὰς φυλακάς, ὡς ἂν νομίζοντες μὴ πρότερον δύνασθαι τοὺς πολεμίους ἐλθεῖν δυεῖν ἢ τριῶν ἡμερῶν.

οἱ δʼ Ἄραβες πυθόμενοι παρὰ τῶν

v.5.p.149
ἑωρακότων τὸ στρατόπεδον παραχρῆμα ἠθροίσθησαν καὶ τὴν πανήγυριν ἀπολιπόντες ἧκον ἐπὶ τὴν πέτραν· παρὰ δὲ τῶν τραυματιῶν μαθόντες τὰ γεγονότα κατὰ σπουδὴν ἐδίωκον τοὺς Ἕλληνας.

τῶν δὲ περὶ τὸν Ἀθήναιον στρατοπεδευσάντων καταπεφρονηκότως καὶ διὰ τὸν κόπον ἐν ὕπνῳ καθεστώτων ἔλαθόν τινες τῶν αἰχμαλώτων διαδράντες, παρʼ ὧν οἱ Ναβαταῖοι μαθόντες τὰ κατὰ τοὺς πολεμίους ἐπέθεντο τῇ στρατοπεδείᾳ περὶ τρίτην φυλακήν, ὄντες οὐκ ἐλάσσω ὀκτακισχιλίων. καὶ τοὺς πλείους μὲν ἐν ταῖς κοίταις ὄντας ἔτι κατέσφαξαν, τοὺς δὲ διεγειρομένους καὶ χωροῦντας εἰς ὅπλα κατηκόντιζον· καὶ πέρας οἱ μὲν πεζοὶ πάντες ἀνῃρέθησαν, τῶν δὲ ἱππέων διεσώθησαν εἰς πεντήκοντα καὶ τούτων οἱ πλείους τραυματίαι.

οἱ μὲν οὖν περὶ τὸν Ἀθήναιον ἐν ἀρχῇ κατορθώσαντες ἐξ ὑστέρου διὰ τὴν ἑαυτῶν ἀβουλίαν τοῦτον τὸν τρόπον ἐσφάλησαν· ταῖς γὰρ εὐτυχίαις εἴωθεν ὡς ἐπίπαν ἀκολουθεῖν ῥᾳθυμία καὶ καταφρόνησις.

διόπερ ἔνιοι προσηκόντως ὑπολαμβάνουσιν εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως· αἱ μὲν γὰρ διὰ τὸν περὶ τοῦ μέλλοντος φόβον ἐπαναγκάζουσιν ἐπιμελεῖσθαι, αἱ δὲ διὰ τὸ προγεγονὸς εὐτύχημα προτρέπονται καταφρονεῖν πάντων.