Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν κατηγόρησε μὲν τῶν ἑξακοσίων καὶ τῆς ὑπʼ αὐτῶν προγεγενημένης ὀλιγαρχίας, καθαρὰν δὲ φήσας τὴν πόλιν πεποιηκέναι τῶν δυναστεύειν ἐπιχειρούντων ἀπεφαίνετο τῷ δήμῳ τὴν αὐτονομίαν εἰλικρινῆ παραδιδόναι καὶ βούλεσθαί ποτε τῶν πόνων ἀπολυθεὶς ἰδιωτεύειν ἴσος ὢν πᾶσι.

καὶ ταῦτα λέγων τὸ μὲν χλαμύδιον αὑτοῦ περιέσπασε, τὸ δʼ ἱμάτιον μεταλαβὼν ἀπῄει, τῶν πολλῶν ἑαυτὸν ἀποδείξας ἕνα. ταῦτα δʼ ἔπραττε τὸν δημοτικὸν ὑποκρινόμενος καὶ σαφῶς εἰδὼς τοὺς πλείους τῶν ἐκκλησιαζόντων μετεσχηκότας τῶν ἀσεβημάτων καὶ διὰ τοῦτο μηδέποτʼ ἂν βουληθέντας ἄλλῳ τὴν στρατηγίαν ἐγχειρίσαι.

εὐθὺ γοῦν οἱ διαπεφορηκότες τὰ τῶν ἠτυχηκότων ἐβόων μὴ καταλιπεῖν ἑαυτούς, ἀλλὰ προσδέξασθαι τὴν τῶν ὅλων ἐπιμέλειαν. ὁ δὲ τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, εἶτα τοῦ πλήθους βιαιότερον ἐγκειμένου προσδέξασθαι μὲν ἔφησε τὴν στρατηγίαν, μὴ μέντοι γε μετʼ ἄλλων ἄρξειν·

οὐ γὰρ ὑπομενεῖν, ὧν ἂν ἕτεροι

v.5.p.19
παρανομήσωσι, τούτων αὐτὸν συνάρχοντα λόγον ἀποδιδόναι κατὰ τοὺς νόμους. συγχωρήσαντος δὲ τοῦ πλήθους μοναρχεῖν οὗτος μὲν ἐχειροτονήθη στρατηγὸς αὐτοκράτωρ καὶ τὸ λοιπὸν φανερῶς ἐδυνάστευε καὶ τῆς πόλεως ἐπιμέλειαν ἐποιεῖτο,

τῶν δʼ ἀκεραίων Συρακοσίων οἱ μὲν διὰ τὸν φόβον ἠναγκάζοντο καρτερεῖν, οἱ δʼ ὑπὸ τοῦ πλήθους κατισχυόμενοι τὴν ἔχθραν εἰς κενὸν οὐκ ἐτόλμων ἐνδείκνυσθαι. πολλοὶ δὲ καὶ τῶν ἀπόρων καὶ κατάχρεων ἄσμενοι τὴν μεταβολὴν προσεδέξαντο· ἐπηγγέλλετο γὰρ Ἀγαθοκλῆς κατὰ τὴν ἐκκλησίαν καὶ χρεῶν ἀποκοπὰς ποιήσεσθαι καὶ τοῖς πένησι χώραν δωρήσεσθαι.

ἀπὸ δὲ τούτων γενόμενος τοῦ μὲν ἔτι φονεύειν ἢ κολάζειν τινὰς ἀπέστη, μεταβαλόμενος δʼ εἰς τοὐναντίον εὐγνωμόνως τοῖς πλήθεσι προσεφέρετο καὶ πολλοὺς μὲν εὐεργετῶν, οὐκ ὀλίγους δʼ ἐπαγγελίαις μετεωρίζων, πάντας δὲ λόγοις φιλανθρώποις δημαγωγῶν οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν.

ἔχων δὲ τηλικαύτην δυναστείαν οὔτε διάδημα ἀνέλαβεν οὔτε δορυφόρους εἶχεν οὔτε δυσεντευξίαν ἐζήλωσεν, ἅπερ εἰώθασι ποιεῖν σχεδὸν ἅπαντες οἱ τύραννοι. ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς τῶν ὅπλων καὶ βελῶν παρασκευῆς, ἔτι δὲ πρὸς ταῖς ὑπαρχούσαις μακραῖς ναυσὶν ἑτέρας ἐναυπηγήσατο. προσελάβετο δὲ καὶ τῶν ἐν τῇ μεσογείῳ χωρίων καὶ πόλεων τὰς πλείστας. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.

v.5.p.20