Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐπὶ πολὺν δὲ χρόνον τῆς ἱππομαχίας οὔσης ἐφαμίλλου τὰ θηρία διὰ τῶν Ἰνδῶν εἰς τὸν ἀγῶνα παρορμηθέντα μέχρι μέν τινος προῆγεν καταπληκτικῶς, ὡς οὐδενὸς ὑποστησομένου· ὡς δʼ ἐπὶ τὸν σεσιδηρωμένον χάρακα κατήντησε, τὸ μὲν πλῆθος τῶν ἀκοντιστῶν καὶ τοξοτῶν συνεχῶς βαλλόντων κατετίτρωσκε τὰ σώματα τῶν ἐλεφάντων καὶ τοὺς ἐπʼ αὐτοῖς ἀναβεβηκότας·

βιαζομένων δὲ τῶν Ἰνδῶν καὶ κολαζόντων τὰ θηρία τινὰ μὲν αὐτῶν περιεπείροντο τῷ φιλοτεχνηθέντι χάρακι καὶ ταῖς πληγαῖς καὶ πυκνότησι τῶν τιτρωσκόντων περιώδυνα γινόμενα ἐποίει

v.5.p.134
θόρυβον.

τὸ γὰρ γένος τοῦτο κατὰ μὲν τοὺς ὁμαλοὺς καὶ μαλακοὺς τόπους ἀνυπόστατον παρέχεται κατὰ στόμα τὴν ῥώμην, ἐν δὲ τοῖς τραχέσι καὶ δυσβάτοις τελέως ἄπρακτον ἔχει τὴν ἀλκὴν διὰ τὴν τῶν ποδῶν μαλακότητα.

διὸ καὶ τότε τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον ἐκ τοῦ χάρακος τῆς πήξεως ἄπρακτον ἐποίει τὴν βίαν αὐτῶν. τέλος δὲ τῶν πλείστων Ἰνδῶν κατακοντισθέντων ὑποχειρίους συνέβη γενέσθαι πάντας τοὺς ἐλέφαντας.

οὗ τελεσθέντος οἱ πολλοὶ τῶν περὶ τὸν Δημήτριον ἱππέων καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν· αὐτὸς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεόμενος ἑκάστου στῆναι καὶ μὴ καταλιπεῖν αὐτόν, ὡς οὐδεὶς προσεἶχε, συναποχωρεῖν ἠναγκάζετο.

μέχρι μὲν οὖν Γάζης οἱ πολλοὶ τῶν ἱππέων συνακολουθοῦντες ὑπήκουον καὶ κατέστησαν εἰς τάξεις, ὥστε μηδένα ῥᾳδίως τολμᾶν προσάγειν τῶν εἰκῇ διωκόντων· τὸ γὰρ πεδίον εὐρύχωρον ὂν καὶ μαλακὸν συνήργει τοῖς βουλομένοις ἐν τάξει ποιεῖσθαι τὴν ἀποχώρησιν.

συνείποντο δὲ καὶ πεζῶν οἱ βουληθέντες λιπεῖν τὰς τάξεις καὶ χωρὶς τῶν ὅπλων διασώζειν ἑαυτοὺς ἐλαφρούς. παραλλάσσοντος δὲ αὐτοῦ Γάζαν περὶ ἡλίου δύσιν ἀπολιπόντες τῶν ἱππέων τινὲς παρῆλθον εἰς τὴν πόλιν, ἐκκομίσαι βουλόμενοι τὰς ἀποσκευάς.

ἀνοιχθεισῶν οὖν τῶν πυλῶν καὶ πλήθους ὑποζυγίων ἀθροισθέντος, ἔτι δʼ ἑκάστου πρώτου σπεύδοντος ἐξαγαγεῖν τὰ σκευοφόρα τοσοῦτον θόρυβον

v.5.p.135
γενέσθαι συνέβη περὶ τὰς πύλας ὥστε τῶν περὶ Πτολεμαῖον ἐπιόντων μηδένα δύνασθαι φθάσαι συγκλείσαντα. διόπερ εἰσπεσόντων τῶν πολεμίων ἐντὸς τοῦ τείχους ἡ πόλις ὑποχείριος ἐγένετο τοῖς περὶ Πτολε- μαῖον.