Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Δημήτριος δὲ ὁ Ἀντιγόνου διέτριβεν ἀεὶ περὶ Κοίλην Συρίαν, ἐφεδρεύων ταῖς τῶν Αἰγυπτίων δυνάμεσιν. ὡς δʼ ἤκουσε τὰς τῶν πόλεων ἁλώσεις Πίθωνα μὲν ἐπὶ τῶν τόπων κατέλιπε στρατηγόν, δοὺς αὐτῷ τοὺς ἐλέφαντας καὶ τὰ βαρέα τῶν ταγμάτων, αὐτὸς δʼ ἀναλαβὼν τούς τε ἱππεῖς καὶ τὰ ψιλικὰ τάγματα προῆγεν ἐπὶ Κιλικίας συντόμως, βοηθήσων τοῖς κινδυνεύουσιν.

ὑστερήσας δὲ τῶν καιρῶν καὶ καταλαβὼν ἀποπεπλευκότας τοὺς πολεμίους ἐπανῆλθε συντόμως ἐπὶ τὸ στρατόπεδον, ἀποβεβληκὼς τῶν ἵππων τοὺς πλείους κατὰ τὴν ὁδοιπορίαν· διέτεινε γὰρ ἓξ ἡμέραις ἀπὸ Μάλου σταθμοὺς εἴκοσι καὶ τέσσαρας, ὥστε διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθίας μήτε σκευοφόρον ἀκολουθῆσαι μηδένα μήτε τοὺς ἱπποκόμους.

ὁ δὲ Πτολεμαῖος, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων

v.5.p.129
ἀπηντηκότων, τότε μὲν ἀπῆρεν εἰς Αἴγυπτον, μετʼ ὀλίγον δὲ χρόνον παροξυνόμενος ὑπὸ Σελεύκου διὰ τὴν πρὸς Ἀντίγονον ἀλλοτριότητα διέγνω στρατεύειν ἐπὶ Κοίλην Συρίαν καὶ παρατάττεσθαι τοῖς περὶ τὸν Δημήτριον.

συναγαγὼν οὖν πανταχόθεν τὰς δυνάμεις ἀνέζευξεν ἀπὸ Ἀλεξανδρείας εἰς Πηλούσιον, ἔχων πεζοὺς μὲν μυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ τετρακισχιλίους, ὧν ἦσαν οἱ μὲν Μακεδόνες, οἱ δὲ μισθοφόροι, Αἰγυπτίων δὲ πλῆθος, τὸ μὲν κομίζον βέλη καὶ τὴν ἄλλην παρασκευήν, τὸ δὲ καθωπλισμένον καὶ πρὸς μάχην χρήσιμον.

ἀπὸ δὲ Πηλουσίου διὰ τῆς ἐρήμου διελθὼν κατεστρατοπέδευσε πλησίον τῶν πολεμίων περὶ τὴν παλαιὰν Γάζαν τῆς Συρίας. ὁμοίως δὲ καὶ Δημήτριος μεταπεμψάμενος πανταχόθεν τοὺς ἐκ τῆς χειμασίας στρατιώτας εἰς τὴν παλαιὰν Γάζαν ὑπέμεινε τὴν τῶν ἐναντίων ἔφοδον.