Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Πολέμων, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Παπείριος τὸ πέμπτον καὶ Γάιος Ἰούνιος, ἤχθη δὲ καὶ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίων Μιτυληναῖος.

ἐπὶ δὲ τούτων τῶν χρόνων Ἀντίγονος ἀπέστειλεν εἰς τὴν Ἑλλάδα στρατηγὸν Πτολεμαῖον τοὺς Ἕλληνας ἐλευθερώσοντα, συνέπεμψε δʼ αὐτῷ ναῦς μὲν μακρὰς ἑκατὸν καὶ πεντήκοντα, Μήδιον ἐπιστήσας ναύαρχον, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους.

ἐποιήσατο δὲ καὶ πρὸς Ῥοδίους συμμαχίαν καὶ προσελάβετο παρʼ αὐτῶν ναῦς ἐξηρτισμένας πρὸς τὸν πόλεμον δέκα πρὸς τὴν τῶν Ἑλλήνων

v.5.p.124
ἐλευθέρωσιν.

ὁ δὲ Πτολεμαῖος μετὰ παντὸς τοῦ στόλου καταπλεύσας τῆς Βοιωτίας εἰς τὸν Βαθὺν καλούμενον λιμένα παρὰ μὲν τοῦ κοινοῦ τῶν Βοιωτῶν προσελάβετο στρατιώτας πεζοὺς μὲν δισχιλίους διακοσίους, ἱππεῖς δὲ χιλίους τριακοσίους. μετεπέμψατο δὲ καὶ τὰς ἐξ Ὠρεοῦ ναῦς καὶ τειχίσας τὸν Σαλγανέα συνήγαγεν ἐνταῦθα πᾶσαν τὴν δύναμιν· ἤλπιζε γὰρ προσδέξασθαι τοὺς Χαλκιδεῖς, οἵπερ μόνοι τῶν Εὐβοέων ὑπὸ τῶν πολεμίων ἐφρουροῦντο.

ὁ δὲ Κάσανδρος ἀγωνιῶν ὑπὲρ τῆς Χαλκίδος τὴν Ὠρεοῦ πολιορκίαν ἔλυσεν, εἰς δὲ τὴν Χαλκίδα παρῆλθεν καὶ τὰς δυνάμεις μετεπέμπετο. Ἀντίγονος δὲ πυθόμενος περὶ τὴν Εὔβοιαν ἐφεδρεύειν ἀλλήλοις τὰ στρατόπεδα, μετεπέμψατο τὸν Μήδιον εἰς τὴν Ἀσίαν μετὰ τοῦ στόλου, εὐθὺς δὲ καὶ τὰς δυνάμεις ἀναλαβὼν προῆγεν ἐφʼ Ἑλλησπόντῳ κατὰ τάχος, ὡς διαβησόμενος εἰς Μακεδονίαν, ὅπως ἢ μένοντος Κασάνδρου περὶ τὴν Εὔβοιαν αὐτὸς ἔρημον καταλάβῃ Μακεδονίαν τῶν ἀμυνομένων ἢ τῇ βασιλείᾳ βοηθῶν ἀποβάλῃ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα.

ὁ δὲ Κάσανδρος συνιδὼν τὴν ἐπίνοιαν αὐτοῦ Πλείσταρχον μὲν ἀπέλιπεν ἐπὶ τῆς ἐν Χαλκίδι φρουρᾶς, αὐτὸς

v.5.p.125
δὲ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας Ὠρωπὸν μὲν κατὰ κράτος εἷλε, Θηβαίους δʼ εἰς τὴν αὑτοῦ συμμαχίαν κατέστησεν· πρὸς δὲ τοὺς ἄλλους Βοιωτοὺς ἀνοχὰς ποιησάμενος καὶ καταλιπὼν ἐπὶ τῆς Ἑλλάδος στρατηγὸν Εὐπόλεμον ἀπῆλθεν εἰς Μακεδονίαν, ἀγωνιῶν περὶ τῆς τῶν πολεμίων διαβάσεως.

ὁ δʼ Ἀντίγονος ἐπειδὴ κατήντησεν εἰς τὴν Προποντίδα, διεπρεσβεύσατο πρὸς Βυζαντίους, ἀξιῶν μετέχειν τῆς συμμαχίας. παραγενομένων δὲ καὶ παρὰ Λυσιμάχου πρεσβευτῶν καὶ παρακαλούντων μηδὲν ποιεῖν μήτε κατʼ αὐτοῦ μήτε κατὰ Κασάνδρου τοῖς μὲν Βυζαντίοις ἔδοξε μένειν ἐφʼ ἡσυχίας καὶ τηρεῖν τὴν πρὸς ἀμφοτέρους εἰρήνην ἅμα καὶ φιλίαν. ὁ δʼ Ἀντίγονος δυσχρηστούμενος ἐπὶ τούτοις, ἅμα δὲ καὶ τῆς χειμερινῆς ὥρας συγκλειούσης διέδωκε τοὺς στρατιώτας κατὰ πόλι εἰς τὴν χειμασίαν.