Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν μετὰ πολλῆς δυνάμεως ἐπῄεσαν πορθοῦντες τῶν κατʼ Ἰταλίαν πόλεων ὅσαι τοῖς ἐναντίοις συνηγωνίζοντο, οἱ δʼ ὕπατοι τῶν Ῥωμαίων μετὰ στρατοπέδου παραγενόμενοι παραβοηθεῖν ἐπειρῶντο τοῖς κινδυνεύουσιν τῶν συμμάχων.

ἀντεστρατοπεδεύσαντο δὲ τοῖς πολεμίοις περὶ Κίνναν πόλιν καὶ ταύτην μὲν εὐθὺς ἐρύσαντο τῶν ἐπικειμένων φόβων, μετʼ ὀλίγας δʼ ἡμέρας ἐκταξάντων ἀμφοτέρων τὰς δυνάμεις ἐγένετο μάχη καρτερὰ καὶ συχνοὶ παρʼ ἀμφοτέροις ἔπεσον. τὸ δὲ τέλος οἱ Ῥωμαῖοι βιασάμενοι κατὰ κράτος περιεγένοντο τῶν πολεμίων, ἐπὶ πολὺν δὲ χρόνον χρησάμενοι τῷ διωγμῷ πλείους τῶν μυρίων ἀνεῖλον.

καὶ τῆς μάχης ἀγνοουμὲνης ἔτι Καμπανοὶ μὲν καταφρονήσαντες τῶν Ῥωμαίων ἀπέστησαν, ὁ δὲ δῆμος εὐθὺς δύναμίν τε τὴν ἱκανὴν ἐξέπεμψεν ἐπʼ αὐτοὺς καὶ στρατηγὸν αὐτοκράτορα Γάιον Μάνιον

v.5.p.123
καὶ μετʼ αὐτοῦ κατὰ τὸ πάτριον ἔθος Μάνιον Φούλβιον ἵππαρχον.

τούτων δὲ πλησίον τῆς Καπύης καταστρατοπεδευσάντων οἱ Καμπανοὶ τὸ μὲν πρῶτον ἐπεχείρουν ἀγωνίζεσθαι, μετὰ δὲ ταῦτα πυθόμενοι τὴν τῶν Σαμνιτῶν ἧτταν καὶ νομίσαντες πάσας τὰς δυνάμεις ἥξειν ἐπʼ αὐτοὺς διελύσαντο πρὸς Ῥωμαίους·

τοὺς γὰρ αἰτίους τῆς ταραχῆς ἐξέδωκαν, οἳ προτεθείσης κρίσεως οὐ περιμείναντες τὴν ἀπόφασιν αὑτοὺς ἀνεῖλαν. αἱ δὲ πόλεις τυχοῦσαι συγγνώμης εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησαν.