Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατὰ δὲ τὴν Σικελίαν οἱ τῶν Συρακοσίων φυγάδες διατρίβοντες ἐν Ἀκράγαντι παρεκάλουν τοὺς προεστηκότας τῆς πόλεως μὴ περιορᾶν Ἀγαθοκλέα συσκευαζόμενον τὰς πόλεις· αἱρετώτερον γὰρ εἶναι πρὸ τοῦ τὸν τύραννον ἰσχυρὸν γενέσθαι διαπολεμεῖν ἑκουσίως ἢ περιμείναντας αὐτοῦ τὴν αὔξησιν ἐξ ἀνάγκης πρὸς ἰσχυρότερον διαγωνίζεσθαι.

δοξάντων δʼ αὐτῶν

v.5.p.112
ἀληθῆ λέγειν ὁ μὲν δῆμος τῶν Ἀκραγαντίνων ἐψηφίσατο τὸν πόλεμον καὶ Γελῴους μὲν καὶ Μεσσηνίους εἰς τὴν συμμαχίαν προσελάβοντο, εἰς δὲ τὴν Λακεδαιμονίαν τῶν φυγάδων τινὰς ἐξέπεμψαν, ἐντειλάμενοι πειρᾶσθαι στρατηγὸν ἄγειν τὸν δυνάμενον πραγμάτων ἀφηγήσασθαι·

τοὺς γὰρ πολιτικοὺς ὑπώπτευον ὡς ὄντας οἰκείους τυραννίδος, τοὺς δʼ ἔξωθεν ὑπελάμβανον δικαίως ποιήσεσθαι τὴν τῶν ὅλων ἐπιμέλειαν, ἀναμιμνησκόμενοι τῆς Τιμολέοντος τοῦ Κορινθίου στρατηγίας.

οἱ δὲ πεμφθέντες ὥς ποθʼ ἧκον εἰς τὴν Λακωνικήν, εὗρον Ἀκρότατον τὸν Κλεομένους τοῦ βασιλέως υἱὸν προσκεκοφότα πολλοῖς τῶν νέων καὶ διὰ τοῦτο ξενικῶν πραγμάτων ὀρεγόμενον.

τῶν γὰρ Λακεδαιμονίων μετὰ τὴν πρὸς Ἀντίπατρον μάχην ἀπολυόντων τῆς ἀτιμίας τοὺς ἐκ τῆς ἥττης διασωθέντας μόνος ἐνέστη τῷ δόγματι. διόπερ αὐτὸν συνέβη καὶ τῶν ἄλλων οὐκ ὀλίγοις προσκόψαι, μάλιστα δʼ οἷς ἦν τῶν νόμων τὰ πρόστιμα· οὗτοι γὰρ συστραφέντες πληγάς τε ἐνεφόρησαν αὐτῷ καὶ διετέλουν ἐπιβουλεύοντες.

διὰ ταῦτα δὴ ξενικῆς ἡγεμονίας ἐπιθυμῶν ἀσμένως ὑπήκουσε τοῖς Ἀκραγαντίνοις. τὴν δʼ ἀποδημίαν ποιησάμενος ἄνευ τῆς τῶν ἐφόρων γνώμης ἀνήχθη ναυσὶν ὀλίγαις,

ὡς διαίρων ἐπʼ Ἀκράγαντος. ἀπενεχθεὶς δʼ ὑπʼ ἀνέμων εἰς τὸν Ἀδρίαν κατῆρε μὲν εἰς τὴν τῶν Ἀπολλωνιατῶν χώραν, καταλαβὼν δὲ τὴν πόλιν πολιορκουμένην ὑπὸ Γλαυκίου τοῦ βασιλέως τῶν Ἰλλυριῶν ἔλυσε τὴν πολιορκίαν, πείσας τὸν βασιλέα συνθήκας ποιήσασθαι

v.5.p.113
πρὸς τοὺς Ἀπολλωνιάτας.

ἐντεῦθεν δὲ πλεύσας εἰς Τάραντα καὶ παρακαλέσας τὸν δῆμον συνελευθεροῦν Συρακοσίους, ἔπεισε ψηφίσασθαι ναυσὶν εἴκοσι βοηθεῖν· διὰ γὰρ τὴν συγγένειαν καὶ τὸ τῆς οἰκίας σχῆμα προσένεμον τοῖς λόγοις αὐτοῦ πίστιν τε μεγάλην καὶ βάρος.