Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα τῶν Ἑλλήνων τῆς Εὐρώπης περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν μέρει διέξιμεν περὶ τῶν πρὸς ἑσπέραν νευόντων μερῶν. Ἀγαθοκλῆς γὰρ ὁ τῶν Συρακοσίων δυνάστης

v.5.p.104
κατέχων φρούριον τῶν Μεσσηνίων ἐπηγγείλατο λαβὼν παρʼ αὐτῶν τριάκοντα τάλαντα παραδώσειν τὸν τόπον.

δόντων δὲ τῶν Μεσσηνίων τἀργύριον οὐ μόνον διεψεύσατο τοὺς πιστεύσαντας τῆς ἐπαγγελίας, ἀλλὰ καὶ τὴν Μεσσήνην αὐτὴν ἐπεχείρησε καταλαβέσθαι. πυθόμενος γὰρ μέρος τι τοῦ τείχους ἐν αὐτῇ πεπτωκέναι πεζῇ μὲν τοὺς ἱππεῖς ἀπέστειλεν ἐκ Συρακουσσῶν, αὐτὸς δʼ ἀναλαβὼν ναῦς ἡμιολίας νυκτὸς κατέπλευσε πλησίον τῆς πόλεως.

προαισθομένων δὲ τῶν προἐπιβουλευομένων ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέτυχεν, ἐπὶ δὲ τὰς Μύλας πλεύσας καὶ πολιορκήσας τὸ φρούριον διʼ ὁμολογίας παρέλαβε. καὶ τότε μὲν εἰς Συρακούσσας ἐχωρίσθη, κατὰ δὲ τὰς τῶν καρπῶν συγκομιδὰς πάλιν ἐστράτευσεν ἐπὶ τὴν Μεσσήνην.

πλησίον δὲ τῆς πόλεως στρατοπεδεύσας καὶ προσβολὰς συνεχεῖς ποιούμενος οὐδὲν ἀξιόλογον ἴσχυσε βλάψαι τοὺς πολεμίους· καὶ γὰρ τῶν ἐκ Συρακουσσῶν φυγάδων πολλοὶ συνεδεδραμήκεισαν εἰς τὴν πόλιν, οἳ καὶ διὰ τὴν ἰδίαν ἀσφάλειαν καὶ διὰ τὸ πρὸς τὸν τύραννον μίσος ἐκθύμως ἠγωνίζοντο.

καθʼ ὃν δὴ χρόνον ἧκον ἐκ Καρχηδόνος πρέσβεις, οἳ τῷ μὲν Ἀγαθοκλεῖ περὶ τῶν πραχθέντων ἐπετίμησαν ὡς παραβαίνοντι τὰς συνθήκας, τοῖς δὲ Μεσσηνίοις εἰρήνην παρεσκεύασαν καὶ τὸ φρούριον ἀναγκάσαντες ἀποκαταστῆσαι τὸν τύραννον ἀπέπλευσαν εἰς τὴν Λιβύην.

ὁ δʼ Ἀγαθοκλῆς παρελθὼν εἰς Ἀβάκαινον πόλιν σύμμαχον, τοὺς δοκοῦντας

v.5.p.105
ἀλλοτρίως ἔχειν τὰ πρὸς αὐτὸν ἀπέσφαξεν, ὄντας πλείους τῶν τεσσαράκοντα.

ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν διαπολεμοῦντες Σαμνίταις Φερέντην, πόλιν τῆς Ἀπουλίας, κατὰ κράτος εἷλον. οἱ δὲ τὴν Νουκερίαν τὴν Ἀλφατέρναν καλουμένην οἰκοῦντες πεισθέντες ὑπό τινων τῆς μὲν Ῥωμαίων φιλίας ἀπέστησαν, πρὸς δὲ τοὺς Σαμνίατας συμμαχίαν ἐποιήσαντο.