Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δʼ οὖν Ἀγαθοκλῆς ἐπιθυμητὴς ὢν δυναστείας πολλὰς ἀφορμὰς ἔσχεν εἰς τὸ συντελέσαι τὸ βουλευθέν. οὐ μόνον γὰρ στρατηγὸς ὢν κύριος τῆς δυνάμεως ἦν, ἀλλὰ καὶ προσαγγελθέντος ὅτι τινὲς τῶν ἀποστατῶν ἐν τῇ μεσογείῳ πρὸς Ἐρβίτῃ συνάγουσι δύναμιν, ἐξουσίαν ἔλαβεν ἀνυπόπτως καταγράφειν οὓς προαιροῖτο στρατιώτας.

διὸ καὶ προσποιηθεὶς στρατεύειν ἐπὶ τὴν Ἐρβίταν κατέλεξεν εἰς τάξεις τούς τʼ ἐκ Μοργαντίνης καὶ τῶν ἄλλων τῶν ἐν τῇ μεσογείῳ πόλεων τοὺς αὐτῷ πρότερον συμπορευθέντας πρὸς Καρχηδονίους.

οὗτοι γὰρ πάντες πρὸς Ἀγαθοκλέα μὲν εὐνούστατα διέκειντο, πολλὰ προευεργετημένοι κατὰ τὰς στρατείας, πρὸς δὲ τοὺς ἐν Συρακούσσαις ὀλιγαρχίας κεκοινωνηκότας ἑξακοσίους ἀεὶ πολεμικῶς εἶχον καὶ καθόλου τὸν δῆμον ἐμίσουν, ἀναγκαζόμενοι ποιεῖν τὸ προσταττόμενον. τούτων δʼ ὄντων μὲν τὸν ἀριθμὸν εἰς τρισχιλίους, ταῖς δʼ ὁρμαῖς καὶ ταῖς προαιρέσεσιν εὐθετωτάτων πρὸς τὴν κατάλυσιν τῆς δημοκρατίας προσεπελέξατο καὶ τῶν πολιτῶν τοὺς διὰ πενίαν καὶ φθόνον ἐναντιουμένους

v.5.p.15
ταῖς τῶν ἰσχυόντων ἐπιφανείαις.

ὡς δʼ αὐτῷ πάντʼ ἦν εὐτρεπῆ, τοῖς μὲν στρατιώταις παρήγγειλεν ἀπαντᾶν ἅμʼ ἡμέρᾳ εἰς τὸ Τιμολεόντιον, αὐτὸς δὲ μεταπεμπόμενος τοὺς περὶ Πείσαρχον καὶ Διοκλέα, τοὺς δοκοῦντας προεστάναι τῆς τῶν ἑξακοσίων ἑταιρίας, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, ἐπειδὴ παρεγένοντο παραλαβόντες τῶν φίλων εἰς τεσσαράκοντα, προσποιηθεὶς ἑαυτὸν ἐπιβουλεύεσθαι συνελάμβανεν ἅπαντας καὶ κατηγόρησε μὲν αὐτῶν ἐν τοῖς στρατιώταις, φήσας ὑπὸ τῶν ἑξακοσίων ἁρπάζεσθαι διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ κατωδύρετο τὴν περὶ αὐτὸν τύχην.

παροξυνομένου δὲ τοῦ πλήθους καὶ βοῶντος μηκέτι μέλλειν, ἀλλʼ ἐκ χειρὸς ἐπιθεῖναι τοῖς ἀδικήσασι τὴν δίκην, τοῖς μὲν σαλπιγκταῖς παρήγγειλε σημαίνειν τὸ πολεμικόν, τοῖς δὲ στρατιώταις ἀναιρεῖν τοὺς αἰτίους καὶ διαρπάζειν τὰς κτήσεις τῶν ἑξακοσίων καὶ τῶν τούτοις κοινοπραγούντων.

ὁρμησάντων δὲ πάντων ἐπὶ τὴν ἁρπαγὴν ἡ πόλις ἐπληρώθη ταραχῆς καὶ μεγάλων ἀτυχημάτων· οἱ μὲν γὰρ χαριέστατοι τῶν πολιτῶν, ἀγνοοῦντες τὸν καθʼ αὑτῶν κεκυρωμένον ὄλεθρον, ἐξεπήδων ἐκ τῶν οἰκιῶν εἰς τὰς ὁδούς, μαθεῖν σπεύδοντες τὸν θόρυβον, οἱ δὲ στρατιῶται τὰ μὲν διὰ τὴν πλεονεξίαν, τὰ δὲ διὰ τὸν θυμὸν ἠγριωμένοι τὰς ψυχὰς ἀνῄρουν τοὺς διὰ τὴν ἄγνοιαν γυμνὰ τὰ σώματα τῶν ἀμυνομένων ὅπλων

v.5.p.16
παρεχομένους.