Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

προάγοντος δʼ εἰς τὴν ἄνω Συρίαν Ἀντιγόνου παρεγένοντο πρέσβεις παρά τε Πτολεμαίου καὶ Λυσιμάχου καὶ Κασάνδρου. οὗτοι δʼ εἰσαχθέντες εἰς τὸ συνέδριον ἠξίουν Καππαδοκίαν μὲν καὶ Λυκίαν Κασάνδρῳ δοθῆναι, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Λυσιμάχῳ, Συρίαν δὲ πᾶσαν Πτολεμαίῳ, Βαβυλωνίαν δὲ Σελεύκῳ, τῶν δὲ θησαυρῶν, οὓς παρέλαβεν μετὰ τὴν πρὸς Εὐμενῆ μάχην, ποιήσασθαι μερισμόν· καὶ γὰρ αὐτοὺς κεκοινωνηκέναι τοῦ πολέμου. εἰ δὲ μηδὲν τούτων ποιήσει, συστάντες ἅπαντες ἔφασαν πολεμήσειν αὐτῷ.

τοῦ δʼ Ἀντιγόνου τραχύτερον ἀποκριναμένου καὶ τὰ πρὸς πόλεμον εἰπόντος παρασκευάζεσθαι συνέβη τοὺς πρέσβεις ἀπράκτους ἐπανελθεῖν. μετὰ δὲ ταῦθʼ οἱ μὲν περὶ Πτολεμαῖον καὶ Λυσίμαχον, ἔτι δὲ Κάσανδρον συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι δυνάμεις τε συνῆγον καὶ παρασκευὰς ὅπλων τε καὶ βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων ἐποίουν·

Ἀντίγονος δὲ ὁρῶν ἐφʼ ἑαυτὸν συνεστηκότας πολλοὺς καὶ μεγάλους τοῖς ἀξιώμασιν ἄνδρας καὶ συλλογιζόμενος τὸ μέγεθος τοῦ φυομένου πολέμου τά τʼ ἔθνη καὶ πόλεις καὶ δυνάστας προσεκαλεῖτο εἰς συμμαχίαν.

v.5.p.92

Ἀγησίλαον μὲν οὖν πρὸς τοὺς ἐν Κύπρῳ βασιλεῖς, εἰς δὲ Ῥόδον Ἰδομενέα καὶ Μοσχίωνα, Πτολεμαῖον δὲ τὸν ἀδελφιδοῦν μετὰ δυνάμεως εἰς Καππαδοκίαν ἀπέστειλεν, ἵνα λύσῃ μὲν Ἀμισσοῦ τὴν πολιορκίαν καὶ τοὺς ὑπὸ Κασάνδρου πεμφθέντας εἰς Καππαδοκίαν ἐκβάλῃ πάντας, πρὸς δὲ τούτοις ὅπως παραγενόμενος εἰς Ἑλλήσποντον ἐφεδρεύῃ τοῖς περὶ Κάσανδρον, ἂν ἐπιχειρῇ διαβαίνειν ἐκ τῆς Εὐρώπης.

Ἀριστόδημον δὲ τὸν Μιλήσιον εἰς Πελοπόννησον ἐξέπεμψεν ἔχοντα χίλια τάλαντα· τούτῳ δὲ συνετέτακτο συνθέσθαι φιλίαν πρὸς Ἀλέξανδρον καὶ Πολυπέρχοντα καὶ ξενολογήσαντα τοὺς ἱκανοὺς διαπολεμεῖν Κασάνδρῳ. αὐτὸς δὲ πᾶσαν τὴν Ἀσίαν, ἧς ἦν κύριος, διέλαβε πυρσοῖς καὶ βυβλιαφόροις, δι’ ὧν ὀξέως ἤμελλεν ὑπηρετεῖσθαι πάντα.