Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

μετὰ γὰρ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν Κάδμου κτίσαντος τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Καδμείαν συνῆλθεν ἐπʼ αὐτὴν λαὸς ὃν τινὲς μὲν Σπαρτὸν προσηγόρευσαν διὰ τὸ πανταχόθεν συναχθῆναι, τινὲς δὲ Θηβαγενῆ διὰ τὸ τὴν ἀρχὴν ἐκ τῆς προειρημένης πόλεως ὄντα διὰ τὸν κατακλυσμὸν ἐκπεσεῖν καὶ διασπαρῆναι.

τοὺς οὖν τότε κατοικήσαντας ὕστερον Ἐγχελεῖς καταπολεμήσαντες ἐξέβαλον, ὅτε δὴ συνέβη καὶ τοὺς περὶ Κάδμον εἰς Ἰλλυριοὺς ἐκπεσεῖν. μετὰ δὲ ταῦτʼ Ἀμφίονος καὶ Ζήθου κρατησάντων τοῦ τόπου καὶ τότε πρῶτον τὸ ἄστυ κτισάντων, καθάπερ καὶ ὁ ποιητής φησιν

οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο
τὸ δεύτερον οἱ κατοικήσαντες τὸν τόπον ἐξέπεσον κατελθόντος Πολυδώρου τοῦ Κάδμου καὶ καταφρονήσαντος τῶν πραγμάτων διὰ τὴν γενομένην τῷ Ἀμφίονι περὶ τὰ τέκνα συμφοράν.

ἑξῆς δὲ τῶν ἀπογόνων τούτου βασιλευόντων καὶ τῆς ὅλης χώρας ἤδη Βοιωτίας

v.5.p.86
καλουμένης ἀπὸ Βοιωτοῦ τοῦ Μελανίππης μὲν καὶ Ποσειδῶνος υἱοῦ, δυναστεύσαντος δὲ τῶν τόπων, τὸ τρίτον ἐκπίπτουσιν οἱ Θηβαῖοι τῶν ἐξ Ἄργους ἐπιγόνων ἐκπολιορκησάντων τὴν πόλιν.

τῶν δʼ ἐκπεσόντων οἱ διασωθέντες κατέφυγον μὲν εἰς Ἀλαλκομενίαν καὶ τὸ Τιλφώσιον ὄρος, τῶν δὲ Ἀργείων ἀποχωρησάντων ἐπανῆλθον εἰς τὴν πατρίδα. μετὰ δὲ ταῦτα κατὰ τὸν Ἰλιακὸν πόλεμον ἐκστρατευσάντων τῶν Θηβαίων εἰς τὴν Ἀσίαν οἱ καταλειφθέντες ἐξέπεσον μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ Πελασγῶν.

οὐκ ὀλίγοις δὲ μετὰ ταῦτα περιπεσόντες συμπτώμασι μόγις μετὰ τετάρτην γενεὰν κατὰ τὸν γενόμενον ἐπὶ τῶν κοράκων χρησμὸν ἀπῆλθον εἰς τὴν Βοιωτίαν καὶ τὰς Θήβας κατῴκησαν. ἀπὸ δὲ τούτων τῶν χρόνων διαμενούσης τῆς πόλεως ἐπʼ ἔτη σχεδὸν ὀκτακόσια καὶ τὸ μὲν πρῶτον τῶν Θηβαίων τοῦ παρʼ αὐτῶν ἔθνους προστάντων, μετὰ δὲ ταῦτα τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀμφισβητησάντων Ἀλέξανδρος ὁ Φιλίππου κατὰ κράτος ἐκπολιορκήσασκατέσκαψεν.

εἰκοστῷ δʼ ἔτει ὕστερον Κάσανδρος φιλοδοξῆσαι βουλόμενος καὶ πείσας τοὺς Βοιωτοὺς ἀνέστησε τὴν πόλιν τοῖς διασωζομένοις τῶν Θηβαίων.

συνεπελάβοντο δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τοῦ συνοικισμοῦ πολλαὶ διά τε τὸν πρὸς τοὺς ἠτυχηκότας ἔλεον καὶ διὰ τὴν δόξαν τῆς πόλεως· Ἀθηναῖοι μὲν γὰρ τὸ πολὺ μέρος τοῦ τείχους ἀνέστησαν καὶ τῶν ἄλλων οἱ μὲν ᾠκοδόμησαν κατὰ δύναμιν, οἱ δὲ καὶ

v.5.p.87
χρήματα πρὸς τὰς κατεπειγούσας χρείας ἀπέστειλαν οὐ μόνον τῶν ἐκ τῆς Ἑλλάδος, ἀλλὰ καὶ Σικελίας, ἔτι δʼ Ἰταλίας.

Θηβαῖοι μὲν οὖν τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρίδα. Κάσανδρος δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Πελοποννήσου καὶ καταλαβὼν Ἀλέξανδρον τὸν Πολυπέρχοντος διειληφότα τὸν Ἰσθμὸν φυλακαῖς παρῆλθεν εἰς Μέγαρα. ἐνταῦθα δὲ κατασκευάσας σχεδίας ἐπὶ μὲν τούτων τοὺς ἐλέφαντας διεβίβασεν εἰς Ἐπίδαυρον, ἐν δὲ πλοίοις τὴν ἄλλην δύναμιν. παρελθὼν δὲ ἐπὶ τὴν τῶν Ἀργείων πόλιν ταύτην μὲν ἠνάγκασεν ἀποστᾶσαν τῆς Ἀλεξάνδρου συμμαχίας αὐτῷ προσθέσθαι,

μετὰ δὲ ταῦτα τὰς ἐν τῇ Μεσσήνῃ πόλεις προσηγάγετο πλὴν Ἰθώμης καὶ τὴν Ἑρμιονίδα διʼ ὁμολογίας παρέλαβεν. τοῦ δʼ Ἀλεξάνδρου μὴ συγκαταβαίνοντος εἰς παράταξιν ἀπολιπὼν ἐπὶ τὸν ἰσθμὸν Γερανίας στρατιώτας δισχιλίους καὶ στρατηγὸν Μόλυκκον ἐπανῆλθεν εἰς Μακεδονίαν.