Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δʼ Ἀντίγονος ἐπειδὴ τάχιστʼ ἦλθεν εἰς τὴν Περσίδα, τιμῆς μὲν ὑπὸ τῶν ἐγχωρίων ἠξιώθη βασιλικῆς ὡς ἂν κύριος ὢν ὁμολογουμένως τῆς Ἀσίας, αὐτὸς δὲ μετὰ τῶν φίλων συνεδρεύσας ἐβουλεύετο περὶ τῶν σατραπειῶν. τὴν μὲν οὖν Καρμανίαν εἴασεν ἔχειν Τληπόλεμον καὶ τὴν Βακτριανὴν ὁμοίως Στασάνορα· οὐ γὰρ ῥᾴδιον ἦν τούτους διʼ ἐπιστολῆς ἐκβαλεῖν, εὖ τὰ πρὸς τοὺς ἐγχωρίους πεπολιτευμένους καὶ πολλοὺς ἔχοντας συναγωνιστάς.

εἰς δὲ τὴν Ἀρίαν ἀπέστειλεν Εὔιτον· τελευτήσαντος δὲ μετʼ ὀλίγον χρόνον ἀντικατέστησεν Εὐαγόραν, ἄνδρα καὶ κατʼ ἀνδρείαν καὶ σύνεσιν θαυμαζόμενον. Ὀξυάρτην δὲ τὸν Ῥωξάνης πατέρα τὴν ἐν Παροπανισάδαις σατραπείαν εἴασεν

v.5.p.77
ἔχειν, καθὰ καὶ πρότερον εἶχεν· οὐδὲ γὰρ τοῦτον ἦν ἐκβαλεῖν δυνατὸν ἄνευ χρόνου πολλοῦ καὶ δυνάμεως ἁδρᾶς.

μετεπέμψατο δὲ καὶ Σιβύρτιον ἐξ Ἀραχωτῶν, εὖ διακείμενον τὰ πρὸς αὐτόν, καὶ τήν τε σατραπείαν ἔχειν συνεχώρησε καὶ τῶν ἀργυρασπίδων συνέστησε τοὺς ταραχωδεστάτους, τῷ μὲν λόγῳ πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας, τῷ δʼ ἔργῳ πρὸς ἀπώλειαν· κατʼ ἰδίαν γὰρ ἐνετείλατο κατʼ ὀλίγους αὐτῶν εἰς τοιαύτας χρείας ἀποστέλλειν ἐν αἷς ἔμελλον ἀπολεῖσθαι.

ἐν δὲ τούτοις εἶναι συνέβαινε καὶ τοὺς Εὐμενῆ παραδόντας, ὥστε τῶν εἰς τὸν στρατηγὸν παρανομημάτων συντόμως αὐτοῖς ἐπιστῆναι τιμωρίαν· αἱ γὰρ ἀσεβεῖς χρεῖαι τοῖς μὲν δυνάσταις διὰ τὴν ἐξουσίαν γίνονται λυσιτελεῖς, τοῖς δʼ ὑπακούσασιν ἰδιώταις μεγάλων κακῶν ὡς ἐπίπαν αἴτιαι καθίστανται.

ὁ δʼ οὖν Ἀντίγονος ὁρῶν τὸν Πευκέστην παρὰ τοῖς Πέρσαις μεγάλης ἀποδοχῆς τυγχάνοντα τὸ μὲν πρῶτον παρείλετο τὴν σατραπείαν αὐτοῦ. τῶν δὲ ἐγχωρίων ἀγανακτούντων, ἑνὸς δὲ τῶν ἐπιφανεστάτων Θεσπίου καὶ παρρησίαν ἀγαγόντος ὡς οὐχ ὑπακουσομένων Περσῶν ἑτέρῳ, τοῦτον μὲν ἀπέκτεινεν, Ἀσκληπιόδωρον δὲ κατέστησε τῆς Περσίδος ὕπαρχον καὶ τοὺς ἱκανοὺς στρατιώτας παρέδωκεν· Πευκέστην δʼ εἰς ἄλλας ἐλπίδας ἀγαγὼν καὶ κενῶς μετεωρίσας ἐξήγαγεν ἐκ τῆς χώρας.

ποιουμένου δʼ αὐτοῦ τὴν πορείαν ἐπὶ Σούσων ἀπήντησεν αὐτῷ ἐπὶ τῷ Πασιτίγρι ποταμῷ Ξενόφιλος ὁ κυριεύων τῶν ἐν

v.5.p.78
Σούσοις χρημάτων, ἀπεσταλμένος ὑπὸ Σελεύκου πᾶν ποιῆσαι τὸ προστασσόμενον. τοῦτον μὲν οὖν προσδεξάμενος προσεποιεῖτο τιμᾶν ἐν τοῖς μεγίστοις τῶν φίλων, εὐλαβούμενος μὴ μετανοήσας πάλιν αὐτὸν ἀποκλείσῃ·

αὐτὸς δὲ παραλαβὼν τὴν ἐν Σούσοις ἄκραν κατέλαβεν ἐν αὐτῇ τήν τε χρυσῆν ἀναδενδράδα καὶ πλῆθος ἄλλων κατασκευασμάτων, τῶν πάντων συναγομένων εἰς μύρια καὶ πεντακισχίλια τάλαντα.

ἠθροίσθη δʼ αὐτῷ καὶ ἄλλο πλῆθος χρημάτων ἔκ τε τῶν στεφάνων καὶ τῶν ἄλλων δωρεῶν, ἔτι δὲ ἐκ τῶν λαφύρων· ταῦτα γὰρ ἦσαν πεντακισχίλια τάλαντα, καὶ κατὰ τὴν Μηδίαν ἄλλα τοσαῦτα χωρὶς τῶν ἐν Σούσοις θησαυρῶν, ὥστε τὰ πάντα συναχθῆναι τάλαντα δισμύρια πεντακισχίλια. καὶ τὰ μὲν περὶ Ἀντίγονον ἐν τούτοις ἦν.