Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀντίγονος δὲ χειμάζων ἐν τῇ Μηδίᾳ καὶ πυθόμενος Πίθωνα πολλοὺς τῶν ἐν τῇ χειμασίᾳ στρατιωτῶν ἐπαγγελίαις καὶ δωρεαῖς ἰδίους κατασκευάζειν καὶ διανοεῖσθαι νεωτερίζειν, τὴν μὲν ἰδίαν προαίρεσιν ἐπεκρύψατο, προσποιηθεὶς δὲ ἀπιστεῖν τοῖς διαβάλλουσι τούτοις μὲν πολλῶν ἀκουόντων ἐπετίμησεν ὡς διιστάνουσι τὴν φιλίαν, πρὸς δὲ τοὺς ἐκτὸς διέδωκε λόγον ὅτι μέλλει καταλιπεῖν τῶν ἄνω σατραπειῶν στρατηγὸν Πίθωνα καὶ δύναμιν ἱκανὴν τὴν παρέξουσαν τὴν ἀσφάλειαν.

ἔγραψε δὲ καὶ πρὸς αὐτὸν ἐπιστολήν, ἀξιῶν ἥκειν τὴν ταχίστην, ὅπως κατὰ πρόσωπον περὶ τῶν ἀναγκαίων κοινολογησάμενος ταχέως τὴν ἐπὶ θάλασσαν κατάβασιν ποιήσηται. ταῦτα δʼ ἐμηχανήσατο σπεύδων τῆς μὲν ἀληθοῦς ὑποψίας αὐτὸν ἀποστῆσαι, πεῖσαι δʼ ὡς σατράπην καταλειφθησόμενον ἐλθεῖν εἰς χεῖρας· μετὰ βίας γὰρ συλλαβεῖν οὐ ῥᾴδιον ἦν ἄνδρα καὶ παρʼ Ἀλεξάνδρῳ προαγωγῆς διʼ ἀρετὴν τετευχότα καὶ κατʼ ἐκεῖνον τὸν καιρὸν σατράπην μὲν

v.5.p.75
ὄντα τῆς Μηδίας, πεπολιτευμένον δὲ πρὸς ἅπαν τὸ στρατόπεδον.

ὁ δὲ Πίθων ἐτύγχανε μὲν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Μηδίας χειμάζων καὶ πλῆθος ἤδη διεφθαρκὼς τῶν ἐπαγγελλομένων συναποστήσεσθαι, γραφόντων δʼ αὐτῷ τῶν φίλων περὶ τῶν Ἀντιγόνου προαιρέσεων καὶ μεγάλας ὑπογραφόντων ἐλπίδας ἐξαπατηθεὶς κεναῖς προσδοκίαις ἧκε πρὸς Ἀντίγονον.

ὁ δὲ κυριεύσας τοῦ σώματος καὶ κατηγορίαν ποιησάμενος ἐν τοῖς μετέχουσι τοῦ συνεδρίου ῥᾳδίως κατεδίκασε καὶ παραχρῆμα ἀπέκτεινεν.

συναγαγὼν δὲ τὸ στρατόπεδον εἰς ἕνα τόπον σατράπην μὲν ἀπέδειξε τῆς Μηδίας Ὀροντοβάτην Μῆδον, στρατηγὸν δὲ Ἱππόστρατον, ἔχοντα πεζοὺς μὲν ξένους τρισχιλίους πεντακοσίους.

αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν παρῆλθεν εἰς Ἐκβάτανα. ἐνταῦθα δὲ παραλαβὼν ἀσήμου ἀργύρου τάλαντα πεντακισχίλια προῆγεν ἐπὶ τῆς Περσίδος, οὔσης τῆς ἀναβάσεως ὡς ἂν εἴκοσιν ἡμερῶν εἰς τὸ βασίλειον, ὃ καλεῖται Περσέπολις.