Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Κητεὺς γὰρ ὁ τῶν ἐκ τῆς Ἰνδικῆς ἀπηντηκότων στρατηγὸς ἀνῃρέθη μὲν ἐν τῇ μάχῃ λαμπρῶς ἀγωνισάμενος, ἀπέλιπε δὲ δύο γυναῖκας συνακολουθούσας ἐν τῷ στρατοπέδῳ, τὴν μὲν νεόγαμον, τὴν δὲ ὀλίγοις ἔτεσι πρότερον συνοικήσασαν, ἀμφοτέρας δὲ φιλοστόργως πρὸς αὐτὸν διακειμένας.

ὄντος δὲ παλαιοῦ νόμου παρὰ τοῖς Ἰνδοῖς τοὺς γαμοῦντας καὶ τὰς γαμουμένας παρθένους μὴ διὰ τῆς τῶν γονέων κρίσεως ποιεῖσθαι τὸν γάμον, ἀλλὰ πείσαντας ἀλλήλους, τὸν μὲν ἔμπροσθεν χρὸνον τῆς μνηστείας γενομένης διὰ νεωτέρων ταῖς ἡλικίαις ὡς ἐπὶ πολὺ συνέβαινε διαπίπτειν τὰς κρίσεις καὶ ταχὺ μεταμελομένων ἀμφοτέρων πολλὰς τῶν γυναικῶν διαφθείρεσθαι καὶ διʼ ἀκρασίαν φιλοστοργεῖν ἑτέρους, τέλος δὲ μὴ δυναμένας εὐσχημόνως ἀπολιπεῖν τοὺς ἐξ ἀρχῆς προκριθέντας διὰ φαρμάκων ἀναιρεῖν τοὺς συνοικοῦντας, καὶ τὴν χώραν δʼ οὐκ ὀλίγας ἀφορμὰς αὐταῖς δοῦναι, πολλὰς καὶ ποικίλας φέρουσαν φθαρτικὰς δυνάμεις, ἐξ ὧν ἐνίας προσχρωσθείσας μόνον τοῖς ἐδέσμασιν ἢ ποτηρίοις ἐπιφέρειν

v.5.p.56
τὴν ἀπώλειαν.

ἐπιπολαζούσης δὲ τῆς ῥᾳδιουργίας καὶ πολλῶν ἀναιρουμένων τοῦτον τὸν τρόπον, ἐπειδὴ κολάζοντες τὰς αἰτίας τῶν κακῶν οὐκ ἠδυνήθησαν ἀποτρέψαι τὰς ἄλλας τῶν ἀδικημάτων, νόμον ἔθεσαν ὅπως συγκατακαίωνται τοῖς τετελευτηκόσιν ἀνδράσιν αἱ γυναῖκες πλὴν τῶν ἐγκύων ἢ τῶν ἐχουσῶν τέκνα· τὴν δὲ μὴ βουλομένην τῷ δόγματι πιθαρχεῖν χήραν μὲν εἶναι διὰ τέλους καὶ θυσιῶν καὶ τῶν ἄλλων νομίμων εἴργεσθαι διὰ παντὸς ὡς ἀσεβοῦσαν.

τούτων δὲ νομοθετηθέντων εἰς τοὐναντίον τὴν παρανομίαν τῶν γυναικῶν μεταβαλεῖν συνέβη· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς ἀτιμίας ἑκάστης ὑπομενούσης ἑκουσίως τὸν θάνατον οὐ μόνον προνοεῖσθαι τῆς τῶν συνοικούντων ἀσφαλείας ὡς κοινῆς οὔσης, ἀλλὰ καὶ πρὸς ἀλλήλας ἁμιλλᾶσθαι καθάπερ ὑπὲρ τῆς μεγίστης εὐδοξίας.