Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

βοηθῆσαι τοῖς περὶ τὸν Εὔδαμον. ἤδη δὲ τῆς ὥρας οὔσης περὶ λύχνων ἁφὰς ἀμφότεροι τοὺς φεύγοντας ἀνακαλεσάμενοι πάλιν πᾶσαν ἐξέταττον τὴν δύναμιν· τοσαύτης φιλονεικίας ὑπῆρχον πλήρεις οὐχ οἱ στρατηγοὶ μόνον, ἀλλὰ καὶ τὰ πλήθη τῶν ἀγωνιζομένων.

τῆς δὲ νυκτὸς οὔσης αἰθρίου καὶ πανσελήνου καὶ τῶν δυνάμεων ἀντιπαραγουσῶν ἀλλήλαις ὡς ἂν ἐν τέτταρσι πλέθροις ὁ ψόφος τῶν ὅπλων καὶ τῶν ἵππων ὁ φρυαγμὸς ἐν χερσὶν ἐδόκει πᾶσιν εἶναι τοῖς ἀντιτεταγμένοις. ὡς δὲ παράγοντες ἀπέσχον ἀπὸ τῶν ἐν τῇ μάχῃ πεπτωκότων ὡς τριάκοντα σταδίους, ἡ μὲν ὥρα κατελάμβανεν μεσονύκτιος, κακῶς δὲ διέκειντο ἀμφότεροι διά τε τὴν ὁδοιπορίαν καὶ τὴν ἐν τῇ μάχῃ κακοπάθειαν,

ἔτι δὲ τὴν ἀσιτίαν, ὥστε ἡναγκάσθησαν ἀφέμενοι τῆς μάχης καταστρατοπεδεῦσαι. Εὐμενὴς μὲν οὖν ἐπεχείρει ἀναζευγνύειν ἐπὶ τῶν νεκρῶν, σπεύδων κρατεῖν τῆς τούτων ἀναιρέσεως καὶ τὴν νίκην ἀναμφισβήτητον περιποιήσασθαι. οὐ προσεχόντων δὲ τῶν στρατιωτῶν, ἀλλὰ βοώντων ἐπὶ τὴν ἰδίαν ἀποσκευὴν ἀναχωρεῖν μακρὰν ἀπέχουσαν ἠναγκάσθη πεισθῆναι τῷ πλήθει·

οὔτε γὰρ τοῖς στρατιώταις δυνατὸν ἦν πικρῶς ἐπιτιμᾶν, ἀμφισβητούντων πολλῶν τῆς στρατηγίας, οὔτε τὸν καιρὸν ἐπιτῄδειον ἑώρα κολάζειν τοὺς ἀπειθοῦντας. ὁ δʼ Ἀντίγονος τοὐναντίον χωρὶς δημαγωγίας βεβαίως ἔχων τὴν ἡγεμονίαν ἐβιάσατο μὲν τὸ πλῆθος ἐπὶ τῶν νεκρῶν στρατοπεδεῦσαι, κύριος δὲ γενόμενος τῆς τούτων ταφῆς ἠμφισβήτει τῆς νίκης,

v.5.p.54
ἀποφαινόμενος προτερεῖν ἐν ταῖς μάχαις τὸ τῶν πεσόντων κυριεῦσαι.

ἀνῃρέθησαν δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἀντιγόνου πεζοὶ μὲν εἰς τρισχιλίους ἑπτακοσίους, ἱππεῖς δὲ πεντήκοντα τέσσαρες, τραυματίαι δʼ ἐγένοντο πλείους τῶν τετρακισχιλίων· τῶν δʼ Ευμενοῦς ἔπεσον πεζοὶ μὲν πεντακόσιοι τεσσαράκοντα, ἱππεῖς δʼ ὀλίγοι παντελῶς, τραυματίαι δʼ ἐγένοντο πλείους τῶν ἐννακοσίων.

ὁ δʼ Ἀντίγονος μετὰ τὴν ἐκ τῆς μάχης ἀποχώρησιν ὁρῶν τοὺς στρατιώτας ἀθυμοῦντας διέγνω τὴν ταχίστην ἀναζευγνύειν ὡς πορρωτάτω τῶν πολεμίων. βουλόμενος δʼ εὔζωνον ποιῆσαι τὴν δύναμιν πρὸς τὴν ἀποχώρησιν τοὺς μὲν τραυματίας καὶ τὰ βαρύτατα τῆς ἀποσκευῆς προαπέστειλεν εἴς τινα τῶν πλησίον πόλεων, τοὺς δὲ νεκροὺς ἅμʼ ἡμέρᾳ θάψας καὶ παρακατασχὼν τὸν παρὰ τῶν πολεμίων ἥκοντα κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως παρήγγειλε τῆς ὥρας δειπνοποιεῖσθαι.

τῆς δʼ ἡμέρας διελθούσης τὸν μὲν κήρυκα ἀπ έπεμψε, δοὺς εἰς τὴν αὔριον τὴν ἀναίρεσιν, αὐτὸς δὲ πρώτης φυλακῆς ἀρχομένης ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως καὶ συντόνους τὰς πορείας ποιούμενος ἀπέστη μὲν τῶν πολεμίων μακράν, ἔσχε δὲ χώραν ἀκεραίαν εἰς ἀνάληψιν τοῦ στρατοπέδου· διήνυσε γὰρ ἕως Γαμάργων τῆς Μηδίας, οὔσης τῆς

v.5.p.55
χώρας ὑπὸ Πίθωνα καὶ δυναμένης μεγάλαις δυνάμεσι πρὸς διατροφὴν δαψιλῶς ἅπαντα χορηγῆσαι.

Εὐμενὴς δὲ διὰ τῶν κατασκόπων πυθόμενος τὴν ἀναχώρησιν τῶν περὶ Ἀντίγονον τοῦ μὲν διώκειν ἀπέστη διὰ τὸ καὶ τοὺς ἰδίους στρατιώτας ἐν ἀσιτίᾳ καὶ κακοπαθείαις μεγάλαις γεγονέναι, περὶ δὲ τὴν ἀναίρεσιν τῶν τετελευτηκότων γενόμενος ἐπεμελήθη τῆς ταφῆς μεγαλοπρεπῶς. ἔνθα δὴ συνέβη γενέσθαι πρᾶγμα παράδοξον καὶ πολὺ τῶν παρʼ Ἕλλησι νομίμων ἐξηλλαγμένον.

Κητεὺς γὰρ ὁ τῶν ἐκ τῆς Ἰνδικῆς ἀπηντηκότων στρατηγὸς ἀνῃρέθη μὲν ἐν τῇ μάχῃ λαμπρῶς ἀγωνισάμενος, ἀπέλιπε δὲ δύο γυναῖκας συνακολουθούσας ἐν τῷ στρατοπέδῳ, τὴν μὲν νεόγαμον, τὴν δὲ ὀλίγοις ἔτεσι πρότερον συνοικήσασαν, ἀμφοτέρας δὲ φιλοστόργως πρὸς αὐτὸν διακειμένας.

ὄντος δὲ παλαιοῦ νόμου παρὰ τοῖς Ἰνδοῖς τοὺς γαμοῦντας καὶ τὰς γαμουμένας παρθένους μὴ διὰ τῆς τῶν γονέων κρίσεως ποιεῖσθαι τὸν γάμον, ἀλλὰ πείσαντας ἀλλήλους, τὸν μὲν ἔμπροσθεν χρὸνον τῆς μνηστείας γενομένης διὰ νεωτέρων ταῖς ἡλικίαις ὡς ἐπὶ πολὺ συνέβαινε διαπίπτειν τὰς κρίσεις καὶ ταχὺ μεταμελομένων ἀμφοτέρων πολλὰς τῶν γυναικῶν διαφθείρεσθαι καὶ διʼ ἀκρασίαν φιλοστοργεῖν ἑτέρους, τέλος δὲ μὴ δυναμένας εὐσχημόνως ἀπολιπεῖν τοὺς ἐξ ἀρχῆς προκριθέντας διὰ φαρμάκων ἀναιρεῖν τοὺς συνοικοῦντας, καὶ τὴν χώραν δʼ οὐκ ὀλίγας ἀφορμὰς αὐταῖς δοῦναι, πολλὰς καὶ ποικίλας φέρουσαν φθαρτικὰς δυνάμεις, ἐξ ὧν ἐνίας προσχρωσθείσας μόνον τοῖς ἐδέσμασιν ἢ ποτηρίοις ἐπιφέρειν

v.5.p.56
τὴν ἀπώλειαν.