Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος. ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος· διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι.

ἐκ δὲ θατέρου μέρους Ἀγαθοκλῆς ἕτερον τῶν Φαλάριδος γεγενημένων φρουρίων κατεῖχε, τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φαλάριον. καὶ διὰ μέσων μὲν τῶν παρεμβολῶν ἦν ποταμός, ὃν ἀμφότεροι πρόβλημα τῶν πολεμίων ἐπεποίηντο, φῆμαι δὲ κατεῖχον ἐπὶ τῶν προτέρων χρόνων ὅτι δεῖ περὶ τὸν τόπον τοῦτον πλῆθος ἀνθρώπων ἐν μάχῃ διαφθαρῆναι. οὐκ ὄντος δὲ φανεροῦ παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα, συνέβαινε δεισιδαιμονεῖν τὰ στρατόπεδα καὶ πρὸς μάχην ὀκνηρῶς ἔχειν.

διόπερ ἐπὶ πολὺν χρόνον οὐδέτεροι τὸν ποταμὸν ἐτόλμων διαβαίνειν ἀθρόοις

v.5.p.167
στρατιώταις, ἕως ὅτου παράλογός τις αἰτία προεκαλέσατο αὐτοὺς εἰς τὸν ὁλοσχερῆ κίνδυνον. τῶν γὰρ Λιβύων κατατρεχόντων τὴν πολεμίαν Ἀγαθοκλῆς παρωξύνθη τὸ παραπλήσιον ποιῆσαι. ἀγόντων δὲ λείαν τῶν Ἑλλήνων καί τινα τῶν ἀπὸ τῆς παρεμβολῆς ὑποζυγίων ἀπαγαγόντων ἐπεξῆλθον ἐκ τοῦ Καρχηδονίων χάρακος οἱ τούτους διώξοντες.

ὁ δʼ Ἀγαθοκλῆς προϊδόμενος τὸ μέλλον ἔσεσθαι παρὰ τὸν ποταμὸν ἔθηκεν ἐνέδραν ἀνδρῶν ἐπιλέκτων ταῖς ἀρεταῖς. οὗτοι δέ, τῶν Καρχηδονίων τοὺς τὴν λείαν ἄγοντας ἐπιδιωκόντων καὶ διαβάντων τὸν ποταμόν, ἐξανέστησαν ἐκ τῆς ἐνέδρας ἄφνω καὶ προσπεσόντες ἀτάκτοις ῥᾳδίως ἐτρέψαντο.

φονευομένων δὲ τῶν βαρβάρων καὶ πρὸς τὴν ἰδίαν παρεμβολὴν φευγόντων Ἀγαθοκλῆς, νομίσας ἥκειν τὸν καιρὸν τοῦ διαγωνίσασθαι, πᾶσαν ἤγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν. προσπεσὼν δʼ αὐτοῖς ἀπροσδοκήτως καὶ ταχὺ μέρος τῆς τάφρου χώσας ἀνέσπασε τὸν χάρακα καὶ βιαζόμενος εἰς τὴν παρεμβολὴν παρεισέπεσεν.

οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καταπεπληγμένοι καὶ πρὸς ἔκταξιν οὐ δυνάμενοι λαβεῖν ἀναστροφήν, ὡς ἔτυχε τοῖς πολεμίοις ἀπήντων καὶ ἠγωνίζοντο. περὶ δὲ τὴν τάφρον ἀμφοτέρων ἐρρωμένως κινδυνευόντων ταχὺ πᾶς ὁ πλησίον τόπος νεκρῶν κατεστρώθη· οἵ τε γὰρ τῶν Καρχηδονίων ἐπιφανέστατοι τὴν παρεμβολὴν ὁρῶντες ἁλισκομένην ἐβοήθουν, οἵ τε περὶ τὸν Ἀγαθοκλέα τῷ προτερήματι τεθαρρηκότες καὶ νομίζοντες ἑνὶ κινδύνῳ καταλύσειν πάντα τὸν πόλεμον ἐνέκειντο τοῖς βαρβάροις.