Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

μετὰ δὲ ταῦτα Νικάνορος καταπλεύσαντος εἰς τὸν Πειραιᾶ κεκοσμημένῳ τῷ στόλῳ τοῖς ἀπὸ τῆς νίκης ἀκροστολίοις τὸ μὲν πρῶτον ἀποδοχῆς αὐτὸν ἠξίωσε μεγάλης ὁ Κάσανδρος διὰ τὰς εὐημερίας, μετὰ δὲ ταῦτα ὁρῶν αὐτὸν ὄγκου πλήρη καὶ πεφρονηματισμένον, ἔτι δὲ τὴν Μουνυχίαν διὰ τῶν ἑαυτοῦ στρατιωτῶν φρουροῦντα, κρίνας αὐτὸν ἀλλότρια φρονεῖν ἐδολοφόνησεν. ἐστράτευσε δὲ καὶ εἰς Μακεδονίαν καὶ πολλοὺς ἔσχε τῶν ἐγχωρίων ἀφισταμένους πρὸς αὐτόν.

ὁμοίως δὲ καὶ εἰς τὰς Ἑλληνίδας πόλεις ἐνέπεσέν τις ὁρμὴ τῆς Ἀντιπάτρου συμμαχίας. ὁ μὲν γὰρ Πολυπέρχων ἀργῶς ἐδόκει καὶ ἀφρόνως προστατεῖν τῆς τε βασιλείας καὶ τῶν συμμάχων, ὁ δὲ Κάσανδρος ἐπιεικῶς

v.4.p.426
προσφερόμενος πᾶσι καὶ κατὰ τὰς πράξεις ἐνεργὸς ὢν πολλοὺς εἶχεν αἱρετιστὰς τῆς αὑτοῦ δυναστείας.

ἐπεὶ δὲ κατὰ τὸν ἑπόμενον ἐνιαυτὸν Ἀγαθοκλῆς ἐγένετο τύραννος τῶν Συρακοσίων, ταύτην μὲν τὴν βύβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δʼ ἐχομένης τὴν ἀρχὴν ἀπὸ τῆς Ἀγαθοκλέους τυραννίδος ποιησάμενοι διέξιμεν τὰς οἰκείας τῇ γραφῇ πράξεις.