Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

πολλῶν δὲ πιπτόντων παρʼ ἀμφοτέροις καὶ κατατραυματιζομένων καὶ τῆς νυκτὸς περικαταλαβούσης ὁ μὲν Πολυπέρχων ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς στρατιώτας ἐπανῆλθεν ἐπὶ τὴν ἰδίαν

v.4.p.420
στρατοπεδείαν.

τῇ δʼ ὑστεραίᾳ τὸν τοῦ πτώματος τόπον ἀνακαθάρας ἐποίησε βάσιμον τοῖς θηρίοις καὶ διενοεῖτο χρήσασθαι ταῖς τούτων ῥώμαις πρὸς τὴν ἅλωσιν τῆς πόλεως. οἱ δὲ Μεγαλοπολῖται Δάμιδος ἡγουμένου καὶ τούτου γεγονότος κατὰ τὴν Ἀσίαν μετʼ Ἀλεξάνδρου καὶ περὶ τὰς φύσεις καὶ χρείας τῶν ἐλεφάντων ἐμπειρίαν ἔχοντος οὐ μετρίως προετέρησαν.

οὗτος γὰρ τὴν ἰδίαν ἐπίνοιαν ἀντίταγμα τῇ τῶν θηρίων βίᾳ κατασκευάσας ἀχρήστους ἐποίησε τὰς τῶν σωμάτων ῥώμας. θύρας γὰρ μεγάλας πλείονας ἥλοις ὀξέσι καταπυκνώσας καὶ ταύτας ἐν ὀρύγμασι ταπεινοῖς καταστρώσας καὶ τὰς ἐξοχὰς τῶν κέντρων ἐπικρυψάμενος κατέλιπε διὰ τούτων δίοδον εἰς τὴν πόλιν καὶ κατὰ μέτωπον μὲν οὐδένα τῶν στρατιωτῶν ἔστησεν, ἐκ δὲ τῶν πλαγίων ἔταξε πλῆθος ἀκοντιστῶν καὶ τοξοτῶν καὶ τῶν καταπελτικῶν βελῶν.

τοῦ δὲ Πολυπέρχοντος ἀνακαθαίροντος πάντα τὸν τόπον τοῦ πτώματος καὶ τοῖς θηρίοις ἀθρόοις διὰ τούτου τὴν ἔφοδον ποιουμένου παράδοξος ἐγένετο πρᾶξις περὶ τοὺς ἐλέφαντας. οὐδενὸς γὰρ ἀπαντῶντος κατὰ στόμα τοῖς θηρίοις οἱ μὲν Ἰνδοὶ συνηνάγκαζον εἰσπίπτειν εἰς τὴν πόλιν, οἱ δʼ ἐλέφαντες τῇ ῥύμῃ προπίπτοντες ἐνέπιπτον εἰς τὰς κατακεκεντρωμένας θύρας.

τραυματιζόμενοι δὲ τοὺς πόδας ὑπὸ τῶν ἥλων καὶ διὰ τὸ βάρος περιπειρόμενοι τοῖς κέντροις οὔτε προϊέναι πορρώτερον οὔτε ἀναστρέφειν διὰ τὴν δυσκινησίαν ἠδύναντο. ἅμα δὲ καὶ βελῶν παντοδαπῶν ἐκ πλαγίων φερομένων οἱ μὲν ἀπέθνησκον τῶν Ἰνδῶν, οἱ δὲ κατατραυματιζόμενοι

v.4.p.421
τῆς ἐνδεχομένης χρείας ὑστεροῦντο.

τὰ δὲ θηρία διά τε τὸ πλῆθος τῶν βελῶν καὶ τὴν ἰδιότητα τῆς τῶν ἥλων πληγῆς περιώδυνα γινόμενα τὴν διὰ τῶν φίλων ἐπιστροφὴν ἐποιοῦντο καὶ πολλοὺς αὐτῶν κατεπάτουν. τέλος δὲ τὸ μὲν ἀνδρειότατον αὐτῶν καὶ πλείστην ἔχον κατάπληξιν ἔπεσε, τῶν δὲ ἄλλων τὰ μὲν ἄχρηστα παντελῶς ἐγένετο, τὰ δὲ πολλοῖς τῶν ἰδίων θάνατον ἐπήνεγκεν.