Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οὗτοι μὲν οὖν ἐκβληθέντες ἐκ τῆς πόλεως κατέφυγον πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος καὶ διὰ τούτου τὴν σωτηρίαν ἑαυτοῖς πορίζειν ἐφιλοτιμοῦντο. προσδεχθέντες δὲ ὑπʼ αὐτοῦ φιλοφρόνως γράμματα ἔλαβον πρὸς τὸν πατέρα Πολυπέρχοντα, ὅπως μηδὲν πάθωσιν οἱ περὶ Φωκίωνα, τἀκείνου πεφρονηκότες καὶ νῦν ἐπαγγελλόμενοι πάντα συμπράξειν.

ἀποστείλαντος δὲ καὶ τοῦ δήμου πρεσβείαν πρὸς τὸν Πολυπέρχοντα τὴν κατηγοροῦσαν μὲν τῶν περὶ Φωκίωνα, παρακαλοῦσαν δὲ τὴν Μουνυχίαν αὐτοῖς δοῦναι μετὰ τῆς αὐτονομίας ὁ Πολυπέρχων ἔσπευδε μὲν φρουρᾷ κατέχειν τὸν Πειραιᾶ διὰ τὸ πολλὰ δύνασθαι χρησιμεύειν

v.4.p.414
τὸν λιμένα πρὸς τὰς ἐν τοῖς πολέμοις χρείας· αἰσχυνόμενος δʼ ἐναντία πράττειν τῷ ὑφʼ ἑαυτοῦ γεγραμμένῳ διαγράμματι καὶ νομίζων ἄπιστος κριθήσεσθαι παρὰ τοῖς Ἕλλησιν, ἐὰν εἰς τὴν ἐπιφανεστάτην παρανομήσῃ πόλιν, μετενόησε τῇ γνώμῃ.

διακούσας δὲ τῶν πρέσβεων τοῖς μὲν παρὰ τοῦ δήμου πρεσβεύουσι φιλανθρώπως κεχαρισμένας ἔδωκεν ἀποκρίσεις, τοὺς δὲ περὶ Φωκίωνα συλλαβὼν ἀπέστειλε δεσμίους εἰς τὰς Ἀθήνας, διδοὺς τὴν ἐξουσίαν τῷ δήμῳ εἴτε βούλεται θανατοῦν εἴτʼ ἀπολῦσαι τῶν ἐγκλημάτων.

συναχθείσης οὖν ἐκκλησίας ἐν ταῖς Ἀθήναις καὶ προτεθείσης κρίσεως τοῖς περὶ τὸν Φωκίωνα πολλοὶ τῶν τε φυγάδων γεγονότων ἐπʼ Ἀντιπάτρου καὶ τῶν ἀντιπολιτευομένων κατηγόρησαν αὐτῶν θανάτου.

ἦν δʼ ὁ σύμπας τῆς κατηγορίας λόγος ὅτι οὗτοι παραίτιοι γεγένηνται μετὰ τὸν Λαμιακὸν πόλεμον τῆς τε δουλείας τῇ πατρίδι καὶ τῆς καταλύσεως τοῦ δήμου καὶ τῶν νόμων. ὡς δὲ τοῖς ἀπολογουμένοις ὁ καιρὸς παρεδόθη τῆς ἀπολογίας, ὁ μὲν Φωκίων ἤρξατο ποιεῖσθαι τὸν ὑπὲρ ἑαυτοῦ λόγον, τὸ δὲ πλῆθος τοῖς θορύβοις ἐξέσεισε τὴν ἀπολογίαν, ὥστʼ εἰς πολλὴν ἀπορίαν παραγενέσθαι τοὺς ἀπολογουμένους.

λήξαντος δὲ τοῦ θορύβου πάλιν ὁ μὲν Φωκίων ἀπελογεῖτο, ὁ δὲ ὄχλος κατεβόα καὶ τὴν φωνὴν τοῦ κινδυνεύοντος ἐκώλυεν ἐξακούεσθαι· τὸ γὰρ πλῆθος τῶν δημοτικῶν, ἀπωσμένον τῆς πολιτείας καὶ παρʼ ἐλπίδας τετευχὸς τῆς καθόδου, πικρῶς διέκειτο πρὸς τοὺς ἀφῃρημένους τὴν αὐτονομίαν.

v.4.p.415