Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως Πτολεμαῖος μὲν μετὰ στόλου πλεύσας εἰς Ζεφύριον τῆς Κιλικίας διεπέμπετο πρὸς τοὺς τῶν ἀργυρασπίδων ἡγεμόνας, παρακαλῶν μὴ προσέχειν τῷ Εὐμενεῖ, καθʼ οὗ πάντες Μακεδόνες

v.4.p.408
θάνατον κατέγνωσαν.

ὁμοίως δὲ πρὸς τοὺς ἐπὶ τῶν ἐν Κυΐνδοις φρουρίων τεταγμένους ἐξέπεμψε, διαμαρτυρόμενος μὴ διδόναι μηδὲν τῶν χρημάτων Εὐμενεῖ καὶ τὴν ἀσφάλειαν αὐτοῖς ἐπηγγείλατο παρέξεσθαι. ἀλλὰ τούτῳ μὲν οὐδεὶς προσεῖχε διὰ τὸ τοὺς βασιλεῖς καὶ τὸν ἐπιμελητὴν αὐτῶν Πολυπέρχοντα, ἔτι δὲ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα γεγραφέναι πάντα ὑπηρετεῖν Εὐμενεῖ, ὡς ὄντι τῆς βασιλείας αὐτοκράτορι στρατηγῷ.

μάλιστα δʼ Ἀντιγόνῳ δυσηρέστει τότε τὰ περὶ τὴν Εὐμενοῦς προαγωγὴν καὶ τὸ μέγεθος τῆς περὶ αὐτὸν συνισταμένης ἐξουσίας· ὑπελάμβανε γὰρ ὑπὸ τοῦ Πολυπέρχοντος τοῦτον ἑαυτῷ κατασκευάζεσθαι μέγιστον ἀντίπαλον ἀποστάτῃ γεγονότι τῆς βασιλείας.

διόπερ κρίνας ἐπιβουλὴν συστήσασθαι κατʼ αὐτοῦ προεχειρίσατο τῶν φίλων Φιλώταν καὶ τούτῳ μὲν ἔδωκεν ἐπιστολὴν γεγραμμένην πρός τε τοὺς ἀργυράσπιδας καὶ τοὺς ἄλλους τοὺς μετʼ Εὐμενοῦς Μακεδόνας, συνεξέπεμψε δὲ αὐτῷ καὶ ἄλλους τριάκοντα Μακεδόνας τῶν περιέργων καὶ λάλων, οἷς ἦν προστεταγμένον κατʼ ἰδίαν ἐντυχεῖν τοῖς ἡγεμόσι τῶν ἀργυρασπίδων Ἀντιγένει καὶ Τευτάμῳ καὶ διὰ τούτων συστήσασθαί τινα κατʼ Εὐμενοῦς ἐπιβουλήν, δωρεάς τε μεγάλας ἐπαγγελλομένους καὶ σατραπείας μείζονας, ὁμοίως δὲ καὶ τῶν ἀργυρασπίδων τοῖς γνωριζομένοις καὶ πολίταις ἐντυγχάνειν καὶ διαφθείρειν δωρεαῖς πρὸς τὴν κατʼ Εὐμενοῦς ἐπιβουλήν.

τῶν μὲν οὖν

v.4.p.409
ἄλλων οὐδένα πεῖσαι κατίσχυσαν, Τεύταμος δὲ ὁ τῶν ἀργυρασπίδων ἡγεμὼν διαφθαρεὶς ἐπεβάλετο καὶ τὸν συνάρχοντα Ἀντιγένην πεῖσαι κοινωνῆσαι τῆς πράξεως.

ὁ δʼ Ἀντιγένης, συνέσει καὶ πίστεως βεβαιότητι διαφέρων, οὐ μόνον ἀντεῖπεν, ἀλλὰ καὶ μετέπεισε τὸν προδιεφθαρμένον. ἐδίδαξε γὰρ αὐτὸν συμφέρειν ζῆν τὸν Εὐμενῆ μᾶλλον ἢ τὸν Ἀντίγονον·

ἐκεῖνον μὲν γὰρ εἰς πλεῖον ἰσχύσαντα παρελεῖσθαι τὰς σατραπείας αὐτῶν καὶ ἀντικαταστήσειν ἐκ τῶν αὐτοῦ φίλων, Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτʼ ἰδιοπραγῆσαι τολμήσειν, ἀλλὰ στρατηγὸν ὄντα φίλοις αὐτοῖς χρήσεσθαι καὶ συμπράξασι φυλάξειν αὐτοῖς τὰς σατραπείας, τάχα δὲ καὶ ἄλλας προσδώσειν. οἱ μὲν οὖν τὰς κατʼ Εὐμενοῦς ἐπιβουλὰς κατασκευάζοντες ἀπέτυχον τὸν προειρημένον