Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τῶν δὲ πρὸς μεσημβρίαν ἐστραμμένων

v.4.p.327
πρώτη μὲν παρὰ τὸν Καύκασόν ἐστιν Ἰνδική, βασιλεία μεγάλη καὶ πολυάνθρωπος, οἰκουμένη δʼ ὑπὸ πλειόνων Ἰνδικῶν ἐθνῶν, ὧν ἐστι μέγιστον τὸ τῶν Γανδαριδῶν ἔθνος, ἐφʼ οὓς διὰ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἐλεφάντων οὐκ ἐπεστράτευσεν ὁ Ἀλέξανδρος.

ὁρίζει δὲ τὴν χώραν ταύτην καὶ τὴν ἑξῆς Ἰνδικὴν ποταμὸς ὁ ὀνομαζόμενος Γάγγης, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὸ πλάτος ἔχων σταδίων τριάκοντα. ἐχομένη δὲ ταύτης ἡ λοιπὴ τῆς Ἰνδικῆς, ἣν κατεπολέμησεν ὁ Ἀλέξανδρος, παραποταμίοις ὕδασι κατάρρυτος καὶ κατὰ τὴν εὐδαιμονίαν ἐπιφανεστάτη, καθʼ ἣν ὑπῆρχε σὺν ἄλλαις πλείοσι βασιλείαις ἥ τε τοῦ Πώρου καὶ Ταξίλου δυναστεία, διʼ ἧς συμβαίνει ῥεῖν τὸν Ἰνδὸν ποταμόν, ἀφʼ οὗ τὴν προσηγορίαν ἔσχεν ἡ χώρα.

ἐχομένη δὲ τῆς Ἰνδικῆς ἀφώριστο σατραπείας Ἀραχωσία καὶ Κεδρωσία καὶ Καρμανία, πρὸς δὲ ταύταις Περσίς, ἐν ᾗ τὴν Σουσιανὴν καὶ Σιττακινὴν κεῖσθαι συμβέβηκεν· ἑξῆς δὲ Βαβυλωνία μέχρι τῆς κατὰ τὴν Ἀραβίαν ἀοικήτου· ἐκ δὲ θατέρου μέρους, ἀφʼ οὗ ποιούμεθα τὴν ἀνάβασιν, Μεσοποταμία περιειλημμένη δυσὶ ποταμοῖς, τῷ τε Εὐφράτῃ καὶ Τίγριδι, διʼ οὓς τέτευχε ταύτης τῆς προσηγορίας· ἐχομένη δὲ τῆς Βαβυλωνίας Συρία ἡ ἄνω καλουμένη καὶ αἱ συνεχεῖς ταύτῃ παραθαλάττιοι Κιλικία καὶ Παμφυλία

v.4.p.328
καὶ ἡ Κοίλη Συρία, καθʼ ἣν ἡ Φοινίκη περιείληπται. παρὰ δὲ τὰ πέρατα τῆς Κοίλης Συρίας καὶ τὴν συνεχῶς κειμένην ἔρημον, καθʼ ἣν ὁ Νεῖλος φερόμενος ὁρίζει Συρίαν τε καὶ τὴν Αἴγυπτον, ἀπεδέδεικτο σατραπεία πασῶν ἀρίστη καὶ προσόδους ἔχουσα μεγάλας

Αἴγυπτος. πᾶσαι δʼ αὗται καυματώδεις εἰσίν, ὡς ἀντιπνέοντος τοῦ κατὰ μεσημβρίαν ἀέρος τῷ πρὸς ἄρκτους καθήκοντι. αἱ μὲν οὖν ὑπʼ Ἀλεξάνδρου καταπολεμηθεῖσαι σατραπεῖαι τὸν εἰρημένον τρόπον κείμεναι διεμερίσθησαν τοῖς ἀξιολογωτάτοις τῶν ἀνδρῶν.