Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Μακεδονίαν Πολυπέρχων ὁ τῶν βασιλέων ἐπιμελητὴς μετὰ τὴν ἀπαλλαγὴν τοῦ Κασάνδρου προεώρα μὲν τὸ μέγεθος τοῦ πρὸς Κάσανδρον ἐσομένου πολέμου, οὐδὲν δʼ ἄνευ τῆς τῶν φίλων γνώμης κρίνων πράττειν συνήγαγε τούς τε ἡγεμόνας ἅπαντας καὶ τῶν ἄλλων Μακεδόνων τοὺς ἀξιολογωτάτους.

φανεροῦ δʼ ὄντος ὅτι Κάσανδρος μὲν σωματοποιηθεὶς ὑπʼ Ἀντιγόνου τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀνθέξεται διὰ τὸ τὰς μὲν αὐτῶν πατρικαῖς φρουραῖς φυλάττεσθαι, τὰς δʼ ὑπʼ ὀλιγαρχιῶν διοικεῖσθαι, κυριευομένας ὑπὸ τῶν Ἀντιπάτρου φίλων καὶ ξένων, πρὸς δὲ τούτοις συμμαχήσειν τῷ Κασάνδρῳ Πτολεμαῖόν τε τὸν Αἰγύπτου κρατοῦντα καὶ Ἀντίγονον τὸν φανερῶς ἤδη γενόμενον ἀποστάτην τῶν βασιλέων, ἀμφοτέρους δὲ καὶ δυνάμεις μεγάλας καὶ χρημάτων ἔχειν πλῆθος, ἔτι δὲ πολλῶν ἐθνῶν καὶ πόλεων ἀξιολόγων κυριεύειν — προτεθείσης οὖν βουλῆς πῶς τούτοις πολεμητέον ἐστὶ καὶ πολλῶν καὶ ποικίλων λόγων περὶ τοῦ πολέμου ῥηθέντων ἔδοξεν αὐτοῖς τὰς μὲν κατὰ τὴν Ἑλλάδα πόλεις ἐλευθεροῦν, τὰς δʼ ἐν αὐταῖς ὀλιγαρχίας καθεσταμένας ὑπʼ Ἀντιπάτρου καταλύειν·

οὕτως γὰρ ἂν μάλιστα τὸν μὲν Κάσανδρον ταπεινώσειν, ἑαυτοῖς δὲ μεγάλην δόξαν καὶ πολλὰς συμμαχίας ἀξιολόγους περιποιήσειν.

εὐθὺς οὖν τοὺς ἀπὸ τῶν πόλεων παρόντας πρεσβευτὰς προσκαλεσάμενοι καὶ θαρρεῖν παρακαλέσαντες ἐπηγγείλαντο τὰς

v.4.p.399
δημοκρατίας ἀποκαταστήσειν ταῖς πόλεσι καὶ τὸ κυρωθὲν δόγμα γράψαντες ἔδωκαν τοῖς πρεσβευταῖς, ὅπως κατὰ τάχος εἰς τὰς πατρίδας ἐπανελθόντες ἀπαγγείλωσι τοῖς δήμοις τὴν τῶν βασιλέων καὶ τῶν ἡγεμόνων εἰς τοὺς Ἕλληνας εὔνοιαν. ἦν δὲ τὸ διάγραμμα τοιοῦτον.