Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἡμεῖς δὲ πρὸς τὰς μελλούσας ἱστορεῖσθαι πράξεις οἰκεῖον εἶναι νομίζομεν ἐκθεῖναι πρότερον τάς τε αἰτίας τῆς ἀποστάσεως καὶ τῆς ὅλης Ἀσίας τὴν θέσιν καὶ τῶν σατραπειῶν τὰ μεγέθη καὶ τὰς ἰδιότητας. οὕτως γὰρ μάλιστα εὐπαρακολούθητος τοῖς ἀναγινώσκουσιν ἡ διήγησις ἔσται, πρὸ ὀφθαλμῶν τεθείσης τῆς ὅλης τοποθεσίας καὶ τῶν διαστημάτων.

ἀπὸ τοίνυν τοῦ κατὰ Κιλικίαν Ταύρου συνεχὲς ὄρος διʼ ὅλης τῆς Ἀσίας διήκει μέχρι τοῦ Καυκάσου καὶ τοῦ πρὸς ἀνατολὰς Ὠκεανοῦ· τοῦτο δὲ παντοδαποῖς ἀναστήμασι λόφων διειλημμένον ἰδίας καθʼ ἕκαστον ἔχει προσηγορίας.

τοῦτον δὲ τὸν τρόπον εἰς δύο μέρη διαιρουμένης τῆς Ἀσίας τὸ μὲν πρὸς τὰς ἄρκτους αὐτῆς νένευκεν, τὸ δὲ πρὸς τὴν μεσημβρίαν. ἀκολούθως δὲ τούτοις τοῖς κλίμασι τῶν ποταμῶν τὰς

v.4.p.326
ῥύσεις ἐχόντων ἀντιπροσώπους οἱ μὲν εἰς τὴν Κασπίαν θάλατταν, οἱ δὲ εἰς τὸν Εὔξεινον Πόντον, ἔνιοι δὲ εἰς τὸν ὑπὸ τὰς ἄρκτους Ὠκεανὸν ἐξερεύγονται. οἱ δʼ ἀντικείμενοι τούτοις οἱ μὲν εἰς τὸν κατὰ τὴν Ἰνδικήν, οἱ δʼ ἐπὶ τὸν συνεχῆ τῆς ἠπείρου ταύτης κείμενον Ὠκεανὸν ἐκβάλλουσιν, ἔνιοι δʼ εἰς τὴν καλουμένην Ἐρυθρὰν θάλατταν καταφέρονται.

ὁμοίως δὲ τούτοις διειλημμένων τῶν σατραπειῶν αἱ μὲν ἐπὶ τὴν ἄρκτον, αἱ δʼ ἐπὶ τὴν μεσημβρίαν ἔχουσι τὰς κλίσεις. καὶ πρώτη μὲν τῶν πρὸς τὴν ἄρκτον ἐστραμμένων κεῖται παρὰ τὸν Τάναϊν ποταμὸν Σογδιανὴ καὶ Βακτριανὴ καὶ τούτων ἐχομένη Ἀρία καὶ Παρθυαία καὶ Ὑρκανία, διʼ ἧς συμβαίνει περιέχεσθαι τὴν Ὑρκανίαν θάλατταν, οὖσαν καθʼ αὑτήν· μετὰ δὲ ταῦτα Μηδία, πολλὰς μὲν ἔχουσα τόπων προσηγορίας, μεγίστη δʼ οὖσα πασῶν τῶν σατραπειῶν· ἑξῆς δʼ Ἀρμενία καὶ Λυκαονία καὶ Καππαδοκία, πᾶσαι τὸν ἀέρα δυσχείμερον ἔχουσαι· ταύταις δὲ συνορίζουσαι κατʼ εὐθεῖαν μὲν ἥ τε μεγάλη Φρυγία καὶ ἡ ἐφʼ Ἑλλησπόντῳ κειμένη, ἐκ δὲ τῶν πλαγίων Λυδία καὶ Καρία, ὑπερδέξιος δὲ τῆς Φρυγίας καὶ παράλληλος ἡ Πισιδικὴ καὶ ταύτης ἐχομένη Λυκία.

ἐν δὲ τοῖς παρὰ θάλασσαν τόποις τούτων τῶν σατραπειῶν αἱ τῶν Ἑλλήνων πόλεις καθίδρυνται, ὧν τὰς προσηγορίας γράφειν οὐκ ἀναγκαῖον πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν. αἱ μὲν οὖν πρὸς τὴν ἄρκτον ἐστραμμέναι σατραπεῖαι τὸν εἰρημένον τρόπον καθίδρυνται.