Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οὐ μὴν ὁ Κάσανδρός γε τῇ τοῦ πατρὸς τάξει συνευδοκήθη, δεινὸν ἡγούμενος εἰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ὁ μὴ προσήκων κατὰ γένος διαδέξεται καὶ ταῦθʼ υἱοῦ γʼ ὄντος τοῦ δυναμένου πραγμάτων ἡγεῖσθαι καὶ δεδωκότος ἤδη πεῖραν ἱκανὴν ἀρετῆς τε καὶ ἀνδρείας.

τὸ μὲν οὖν πρῶτον εἰς ἀγρὸν βαδίσας μετὰ τῶν φίλων τούτοις τε διελέγετο πολλὴν ἔχων εὐκαιρίαν καὶ σχολὴν περὶ τῆς τῶν ὅλων ἡγεμονίας· ἕκαστον δʼ αὐτῶν ἐκλαμβάνων κατʼ ἰδίαν προετρέπετο συγκατασκευάζειν αὐτῷ τὴν δυναστείαν καὶ μεγάλαις ἐπαγγελίαις πείσας ἑτοίμους ἐποιήσατο πρὸς τὴν κοινοπραγίαν.

ἐξαπέστειλε δὲ καὶ πρὸς

v.4.p.390
Πτολεμαῖον λάθρᾳ πρεσβευτάς, τήν τε φιλίαν ἀνανεούμενος καὶ παρακαλῶν συμμαχεῖν αὐτῷ καὶ ναυτικὴν δύναμιν πέμψαι τὴν ταχίστην ἐκ τῆς Φοινίκης ἐπὶ τὸν Ἑλλήσποντον. ὁμοίως δὲ καὶ πρὸς τοὺς ἄλλους ἡγεμόνας καὶ πόλεις ἐξέπεμψε τοὺς προτρεψομένους ἑαυτῷ συμμαχεῖν. αὐτὸς δὲ κυνηγίαν ἐπὶ πολλὰς ἡμέρας συστησάμενος ἀνύποπτον ἑαυτὸν ἐποίει τῆς ἀποστάσεως.

Πολυπέρχων δὲ παραλαβὼν τὴν τῶν βασιλέων ἐπιμέλειαν καὶ συνεδρεύσας μετὰ τῶν φίλων Ὀλυμπιάδα μὲν σὺν τῇ τῶν συνέδρων γνώμῃ μετεπέμπετο, παρακαλῶν τὴν ἐπιμέλειαν τοῦ Ἀλεξάνδρου υἱοῦ παιδὸς ὄντος παραλαβεῖν καὶ διατρίβειν ἐν Μακεδονίᾳ τὴν βασιλικὴν ἔχουσαν προστασίαν· ἡ δʼ Ὀλυμπιὰς ἐν τοῖς ἐπάνω χρόνοις ἐτύγχανεν εἰς Ἤπειρον πεφευγυῖα διὰ τὴν πρὸς Ἀντίπατρον ἀλλοτριότητα. καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν ἐν τούτοις ἦν.