Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατὰ δὲ τὴν Αἴγυπτον Πτολεμαῖος παραδόξως ἀποτετριμμένος τόν τε Περδίκκαν καὶ τὰς βασιλικὰς δυνάμεις τὴν μὲν Αἴγυπτον ὡσανεί τινα βασιλείαν δορίκτητον εἶχεν. ὁρῶν δὲ τήν τε Φοινίκην καὶ τὴν Κοίλην ὀνομαζομένην Συρίαν εὐφυῶς κειμένας κατὰ τῆς Αἰγύπτου πολλὴν εἰσεφέρετο σπουδὴν κυριεῦσαι τούτων τῶν τόπων.

ἐξαπέστειλεν οὖν τὴν ἱκανὴν δύναμιν καὶ στρατηγόν, ἕνα τῶν φίλων προχειρισάμενος, Νικάνορα. οὗτος δὲ στρατεύσας εἰς τὴν Συρίαν Λαομέδοντα μὲν τὸν σατράπην ἐζώγρησε, τὴν δὲ Συρίαν ἅπασαν ἐχειρώσατο. ὁμοίως δὲ καὶ τὰς κατὰ τὴν Φοινίκην πόλεις προσαγαγόμενος καὶ ποιήσας ἐμφρούρους ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον, σύντομον τὴν στρατείαν καὶ πρακτικὴν πεποιημένος.