Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀντίγονος δὲ ἐπὶ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις. παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν.

ὁ δʼ Εὐμενὴς, ἀποστάντος ἀπʼ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου,

v.4.p.378
στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπʼ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους.

οὗτος δὲ νυκτοπορίᾳ συντόνῳ χρησάμενος προσέπεσε τοῖς ἀποστάταις ἀπροσδοκήτως περὶ δευτέραν φυλακὴν νυκτερινήν· καταλαβὼν δʼ αὐτοὺς κοιμωμένους τόν τε Περδίκκαν ἐζώγρησε καὶ τῆς δυνάμεως ἐγκρατὴς ἐγένετο.

Εὐμενὴς δὲ τοὺς αἰτιωτάτους τῆς ἀποστάσεως ἡγεμόνας ἐθανάτωσε· τοὺς δὲ στρατιώτας τοῖς ἄλλοις ἀναμίξας καὶ φιλανθρώπως προσενεχθεὶς ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο.

μετὰ δὲ ταῦθʼ ὁ μὲν Ἀντίγονος διαπεμψάμενος πρὸς Ἀπολλωνίδην τινά, τῶν ἱππέων ἀφηγούμενον παρʼ Εὐμενεῖ, μεγάλαις ἐπαγγελίαις διʼ ἀπορρήτων ἔπεισε προδότην γενέσθαι καὶ κατὰ τὴν μάχην αὐτομολῆσαι.

τοῦ δʼ Εὐμενοῦς στρατοπεδεύοντος τῆς Καππαδοκίας ἔν τισιν εὐθέτοις πεδίοις πρὸς ἱππομαχίαν ἐπιβαλὼν ὁ Ἀντίγονος μετὰ πάσης τῆς δυνάμεως κατελάβετο τὴν ὑπερκειμένην τῶν πεδίων ὑπωρίαν.

εἶχε δʼ ὁ μὲν Ἀντίγονος κατʼ ἐκείνους τοὺς καιροὺς πεζοὺς μὲν πλείω τῶν μυρίων, ὧν ἦσαν οἱ ἡμίσεις Μακεδόνες, θαυμαστοὶ κατὰ τὰς ἀνδραγαθίας, ἱππεῖς δὲ δισχιλίους, ἐλέφαντας δὲ τριάκοντα, ὁ δʼ Εὐμενὴς πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων,

v.4.p.379
ἱππεῖς δὲ πεντακισχιλίους.

γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τοῦ Ἀπολλωνίδου μετὰ τῶν περὶ αὐτὸν ἱππέων ποιήσαντος ἀλόγως ἀπὸ τῶν ἰδίων διάστασιν ἐνίκησεν ὁ Ἀντίγονος καὶ ἀνεῖλεν τῶν ἐναντίων εἰς ὀκτακισχιλίους. ἐκυρίευσε δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ὥστε τοὺς περὶ τὸν Εὐμενῆ στρατιώτας διὰ μὲν τὴν ἧτταν καταπλαγῆναι, διὰ δὲ τὴν ἀπώλειαν τῆς ἀποσκευῆς ἀθυμῆσαι.