Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κρατερὸς δὲ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὑπάρχων ἔτυχε προαπεσταλμένος εἰς Κιλικίαν ὑπʼ Ἀλεξάνδρου μετὰ τῶν ἀπολυθέντων τῆς στρατείας, ὄντων μυρίων. ἅμα δʼ εἰληφὼς ἐντολὰς ἦν ἐγγράπτους, ἃς ἔδωκε μὲν ὁ βασιλεὺς αὐτῷ συντελέσαι, μεταλλάξαντος δʼ Ἀλεξάνδρου τοῖς διαδόχοις ἔδοξε μὴ συντελεῖν τὰ βεβουλευμένα.

ὁ γὰρ Περδίκκας παραλαβὼν ἐν τοῖς ὑπομνήμασι τοῦ βασιλέως τήν τε συντέλειαν τῆς Ἡφαιστίωνος πυρᾶς, πολλῶν δεομένην χρημάτων, τάς τε λοιπὰς αὐτοῦ ἐπιβολὰς πολλὰς καὶ μεγάλας οὔσας καὶ δαπάνας ἀνυπερβλήτους ἐχούσας ἔκρινε συμφέρειν ἀκύρους ποιῆσαι.

ἵνα δὲ μὴ δόξῃ διὰ τῆς ἰδίας γνώμης καθαιρεῖν τι τῆς Ἀλεξάνδρου δόξης ἐπὶ τὸ κοινὸν τῶν Μακεδόνων πλῆθος ἀνήνεγκε τὴν περὶ τούτων βουλήν. ἦν δὲ τῶν ὑπομνημάτων τὰ μέγιστα καὶ μνήμης ἄξια τάδε,

χιλίας μὲν ναῦς μακρὰς μείζους τριήρων ναυπηγήσασθαι κατὰ τὴν Φοινίκην καὶ Συρίαν

v.4.p.324
καὶ Κιλικίαν καὶ Κύπρον πρὸς τὴν στρατείαν τὴν ἐπὶ Καρχηδονίους καὶ τοὺς ἄλλους τοὺς παρὰ θάλατταν κατοικοῦντας τῆς τε Λιβύης καὶ Ἰβηρίας καὶ τῆς ὁμόρου χώρας παραθαλαττίου μέχρι Σικελίας, ὁδοποιῆσαι δὲ τὴν παραθαλάττιον τῆς Λιβύης μέχρι στηλῶν Ἡρακλείων, ἀκολούθως δὲ τῷ τηλικούτῳ στόλῳ λιμένας καὶ νεώρια κατασκευάσαι κατὰ τοὺς ἐπικαίρους τῶν τόπων, ναούς τε κατασκευάσαι πολυτελεῖς ἕξ, ἀπὸ ταλάντων χιλίων καὶ πεντακοσίων ἕκαστον, πρὸς δὲ τούτοις πόλεων συνοικισμοὺς καὶ σωμάτων μεταγωγὰς ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην καὶ κατὰ τοὐναντίον ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, ὅπως τὰς μεγίστας ἠπείρους ταῖς ἐπιγαμίαις καὶ ταῖς οἰκειώσεσιν εἰς κοινὴν ὁμόνοιαν καὶ συγγενικὴν φιλίαν καταστήσῃ.

τοὺς δὲ προειρημένους ναοὺς ἔδει κατασκευασθῆναι ἐν Δήλῳ καὶ Δελφοῖς καὶ Δωδώνῃ, κατὰ δὲ τὴν Μακεδονίαν ἐν Δίῳ μὲν τοῦ Διός, ἐν Ἀμφιπόλει δὲ τῆς Ταυροπόλου, ἐν Κύρνῳ δὲ τῆς Ἀθηνᾶς· ὁμοίως δὲ καὶ ἐν Ἰλίῳ ταύτης τῆς θεᾶς κατασκευασθῆναι ναὸν ὑπερβολὴν ἑτέρῳ μὴ καταλείποντα. τοῦ δὲ πατρὸς Φιλίππου τάφον πυραμίδι παραπλήσιον μιᾷ τῇ μεγίστῃ κατὰ τὴν Αἴγυπτον, ἃς ἐν τοῖς ἑπτά τινες μεγίστοις ἔργοις καταριθμοῦσιν.

ἀναγνωσθέντων δὲ τῶν ὑπομνημάτων οἱ Μακεδόνες, καίπερ ἀποδεδεγμένοι καλῶς τὸν Ἀλέξανδρον, ὅμως ὑπερόγκους καὶ

v.4.p.325
δυσεφίκτους τὰς ἐπιβολὰς ὁρῶντες ἔκριναν μηδὲν τῶν εἰρημένων συντελεῖν.

Περδίκκας δὲ τὸ μὲν πρῶτον τοὺς ταραχώδεις τῶν στρατιωτῶν καὶ μάλιστα ἀλλοτρίως ἔχοντας τὰ πρὸς αὐτὸν ἀπέκτεινεν, ὄντας τριάκοντα. μετὰ δὲ ταῦτα καὶ Μελέαγρον ἐν τῇ στάσει καὶ πρεσβείᾳ προδότην γεγενημένον, ἐπιβαλόμενος οἰκείας διαβολὰς καὶ κατηγορίας, ὡς ἐπιβουλὴν κατʼ αὐτοῦ πεποιημένον ἐκόλασε.

μετὰ δὲ ταῦτα ἐν ταῖς ἄνω σατραπείαις τῶν κατοικισθέντων Ἑλλήνων ἀποστάντων καὶ δύναμιν ἀξιόλογον συστησαμένων ἕνα τῶν ἐπιφανῶν ἀνδρῶν ἐξέπεμψε Πίθωνα, διαπολεμήσοντα πρὸς αὐτούς.