Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατὰ κράτος ἡττημένον, κατὰ δὲ τὸ εὐώνυμον Νεοπτολέμου κατʼ αὐτὸν τὸν Εὐμενῆ τεταγμένου συνέστη φιλοτιμία μεγάλη τῶν ἡγεμόνων ἐπʼ ἀλλήλους ὁρμησάντων.

γνωρισθέντες γὰρ ἀπό τε τῶν ἵππων καὶ τῶν ἄλλων ἐπισήμων συνεπλάκησαν ἀλλήλοις καὶ τῇ καθʼ αὑτοὺς μονομαχίᾳ τὴν νίκην ἐποίησαν ἀκολουθῆσαι. τὸ μὲν οὖν πρῶτον τοῖς ξίφεσιν ἀλλήλων καθικόμενοι παράδοξον καὶ παντελῶς ἐξηλλαγμένην μονομαχίαν συνεστήσαντο· ἐκφερόμενοι γὰρ τῷ θυμῷ καὶ τῇ πρὸς ἀλλήλους δυσμενείᾳ ταῖς ἀριστεραῖς χερσὶν ἀφέντες τὰς ἡνίας ἀλλήλων ἐδράξαντο. οὗ συμβάντος οἱ μὲν ἵπποι κατὰ τὴν ὁρμὴν ὑπεξέδραμον, αὐτοὶ δʼ ἔπεσον ἐπὶ τὴν γῆν.

τῆς δʼ ἐπαναστάσεως διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ πτώματος χαλεπῶς γινομένης ἀμφοτέροις, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τὰ σώματα, ὁ μὲν Εὐμενὴς ἔφθασε, πρότερος διαναστάς, τοῦ Νεοπτολέμου τὴν ἰγνὺν πατάξαι.

v.4.p.366

μεγάλης δὲ γενομένης διαιρέσεως καὶ σφαλείσης τῆς βάσεως ὁ μὲν πληγεὶς παραλελυμένος ἔκειτο, κωλυόμενος ὑπὸ τοῦ τραύματος διαναστῆναι· ὅμως δὲ τῆς εὐψυχίας ὑπεραγούσης τὴν τοῦ σώματος ἐλάττωσιν ἐν γόνασι βεβηκὼς ἔτρωσε τὸν ἀντίπαλον εἴς τε τὸν βραχίονα καὶ τοὺς μηροὺς τρισὶ πληγαῖς.

οὐδεμιᾶς δʼ οὔσης πληγῆς καιρίου καὶ τῶν τραυμάτων ἔτι θερμῶν ὄντων ὁ Εὐμενὴς δευτέραν πληγὴν ἐπὶ τὸν τράχηλον ἐπενέγκας ἀπέκτεινε τὸν Νεοπτόλεμον.