Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οὗτος δὲ παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν καὶ συνεδρεύσας μετὰ τῶν ἡγεμόνων Πτολεμαίῳ μὲν τῷ Λάγου τὴν Αἴγυπτον ἔδωκεν, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν, Φιλώτᾳ δὲ Κιλικίαν καὶ Πίθωνι μὲν Μηδίαν, Εὐμενεῖ δὲ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ πάσας τὰς συνοριζούσας ταύταις χώρας, ἃς Ἀλέξανδρος οὐκ ἐπῆλθεν ἐκκλεισθεὶς ὑπὸ τῶν καιρῶν, ὅτε διεπολέμει πρὸς Δαρεῖον, Ἀντιγόνῳ δὲ Παμφυλίαν καὶ Λυκίαν καὶ τὴν μεγάλην καλουμένην Φρυγίαν, μετὰ δὲ ταῦτα Κασάνδρῳ μὲν Καρίαν,

v.4.p.322
Μελεάγρῳ δὲ Λυδίαν, Λεοννάτῳ δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν. αὗται μὲν οὖν αἱ σατραπεῖαι τοῦτον τὸν τρόπον ἐμερίσθησαν.

κατὰ δὲ τὴν Εὐρώπην Λυσιμάχῳ μὲν ἐδόθη Θρᾴκη καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν παρὰ τὴν Ποντικὴν θάλασσαν, ἡ δὲ Μακεδονία καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν Ἀντιπάτρῳ προσωρίσθη. τὰς δὲ κατὰ τὴν Ασίαν παραλελειμμένας σατραπείας ἔδοξε μὴ κινεῖν, ἀλλʼ ἐᾶν ὑπὸ τοὺς αὐτοὺς ἡγεμόνας τεταγμένας· ὁμοίως δὲ καὶ Ταξίλην καὶ Πῶρον κυρίους εἶναι τῶν ἰδίων βασιλειῶν, καθάπερ αὐτὸς Ἀλέξανδρος ἦν τεταχώς.

τούτων δὲ τὴν συνορίζουσαν σατραπείαν τοῖς περὶ Ταξίλην βασιλεῦσι συνεχώρησε· τὴν δὲ παρὰ τὸν Καύκασον κειμένην, ὀνομαζομένην δὲ Παροπανισαδῶν προσώρισεν Ὀξυάρτῃ τῷ Βακτριανῷ βασιλεῖ, οὗ τὴν θυγατέρα Ῥωξάνην γεγαμηκὼς ἦν Ἀλέξανδρος. καὶ Σιβυρτίῳ μὲν ἔδωκεν Ἀραχωσίαν καὶ Κεδρωσίαν, Στασάνορι δὲ τῷ Σολίῳ τὴν Ἀρίαν καὶ Δραγγινήν, Φιλίππῳ δὲ προσώρισε Βακτριανὴν καὶ Σογδιανήν, Φραταφέρνῃ δὲ Παρθυαίαν καὶ Ὑρκανίαν καὶ Πευκέστῃ μὲν Περσίδα, Τληπολέμῳ δὲ Καρμανίαν, Ἀτροπάτῃ δὲ Μηδίαν, Ἄρχωνι δὲ τὴν

v.4.p.323
Βαβυλωνίαν, Ἀρκεσιλάῳ δὲ Μεσοποταμίαν.

Σέλευκον δʼ ἔταξεν ἐπὶ τὴν ἱππαρχίαν τῶν ἑταίρων, οὖσαν ἐπιφανεστάτην· ταύτης γὰρ Ἡφαιστίων πρῶτος μὲν ἡγήσατο, μετὰ δὲ τοῦτον Περδίκκας, τρίτος δʼ ὁ προειρημένος Σέλευκος.

ἐπὶ δὲ τὴν κατακομιδὴν τοῦ σώματος καὶ τὴν κατασκευὴν τῆς ἁρμαμάξης τῆς μελλούσης κομίζειν τὸ σῶμα τοῦ τετελευτηκότος βασιλέως εἰς Ἄμμωνα ἔταξαν Ἀρριδαῖον.