Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Περδίκκας γὰρ ὑφορώμενος αὐτοῦ τὴν αὔξησιν αὐτὸς μὲν ἔκρινε μετὰ τῶν βασιλέων τῷ πλείστῳ μέρει τῆς δυνάμεως στρατεύειν ἐπὶ τὴν Αἴγυπτον, Εὐμενῆ δʼ ἐξέπεμψεν ἐπὶ τὸν Ἑλλήσποντον κωλύσοντα τοὺς περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν διαβαίνειν εἰς τὴν Ἀσίαν, δοὺς αὐτῷ τὴν ἁρμόζουσαν δύναμιν.

συνεξέπεμψε δὲ καὶ τῶν ἀξιολόγων ἡγεμόνων τοὺς ἱκανούς, ὧν ἦσαν ἐπιφανέστατοι Ἀλκέτας ὁ ἀδελφὸς καὶ Νεοπτόλεμος, καὶ τούτοις παρεκελεύσατο πάντα

v.4.p.363
πειθαρχεῖν Εὐμενεῖ διά τε τὴν στρατηγίαν αὐτοῦ καὶ διὰ τὴν τῆς πίστεως βέβαιότητα.

ὁ δʼ Εὐμενὴς μετὰ τῆς δοθείσης δυνάμεως παρελθὼν ἐπὶ τὸν Ἑλλήσποντον καὶ προκατασκευασάμενος ἐκ τῆς ἰδίας σατραπείας ἵππων πλῆθος ἐκόσμησε τὴν στρατιάν, ἐλλειπῆ καθεστῶσαν κατὰ τοῦτο τὸ μέρος.

τῶν δὲ περὶ Κρατερὸν καὶ Ἀντίπατρον περαιωσάντων τὰς δυνάμεις ἐκ τῆς Εὐρώπης ὁ μὲν Νεοπτόλεμος φθονήσας τῷ Εὐμενεῖ καὶ περὶ αὑτὸν ἔχων Μακεδονικὴν δύναμιν ἀξιόλογον λάθρᾳ διεπρεσβεύσατο πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον καὶ συνθέμενος κοινοπραγίαν ἐπεβούλευσε τῷ Εὐμενεῖ. καταφανὴς δὲ γενόμενος καὶ συναναγκασθεὶς μάχην συνάψαι αὐτός τε ἐκινδύνευσεν ἀναιρεθῆναι καὶ τὴν δύναμιν σχεδὸν ἅπασαν ἀπέβαλεν·

ὁ γὰρ Εὐμενὴς νικήσας καὶ πολλοὺς ἀνελὼν τὸ λοιπόν τε πλῆθος τῶν στρατιωτῶν προσηγάγετο καὶ τὴν δύναμιν τὴν ἰδίαν οὐ μόνον διὰ τῆς νίκης ἐπηύξησεν, ἀλλὰ καὶ προσλαβόμενος Μακεδόνων ἀγαθῶν ἀνδρῶν πλῆθος.

Νεοπτόλεμος πτόλεμος μὲν οὖν μετὰ τριακοσίων ἱππέων διασωθεὶς ἐκ τῆς παρατάξεως ἀφίππευσε μετὰ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον·

οὗτοι δὲ συνεδρεύσαντες περὶ τοῦ πολέμου διέγνωσαν τὰς δυνάμεις εἰς δύο μέρη διελεῖν καὶ τὸ μὲν ἕτερον Ἀντίπατρον ἀναλαβόντα προάγειν ἐπὶ Κιλικίας, διαπολεμήσοντα πρὸς Περδίκκαν, τὸ δὲ ἄλλο μέρος ἔχοντα Κρατερὸν ἐπιβαλεῖν τοῖς περὶ τὸν Εὐμενῆ καὶ τούτους καταπολεμήσαντα καταντᾶν πρὸς Ἀντίπατρον, ὅπως εἰς ταὐτὸ συναχθεισῶν

v.4.p.364
τῶν δυνάμεων καὶ τοῦ Πτολεμαίου προσληφθέντος εἰς τὴν συμμαχίαν δυνατοὶ γένωνται περιγενέσθαι τῶν βασιλικῶν δυνάμεων.