Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν εἰσβαλόντες εἰς τὴν Αἰτωλίαν καὶ τὰς εὐχειρώτους πόλεις ὁρῶντες ἐρήμους ὥρμησαν ἐπὶ τοὺς ἀνακεχωρηκότας εἰς τὰς δυσχωρίας. τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες πρὸς τόπους ὀχυροὺς καὶ τραχεῖς βιαζόμενοι πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον· ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥᾳδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προπίπτοντας· μετὰ δὲ ταῦτα τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων καὶ συναναγκαζόντων τοὺς πολεμίους μένειν τὸν χειμῶνα καὶ διακαρτερεῖν ἐν τόποις χιονοβολουμένοις καὶ τροφῆς ἐνδεέσιν εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·

ἀναγκαῖον γὰρ ἦν ἢ καταβάντας ἀπὸ τῶν ὀρέων διαγωνίσασθαι πρὸς δυνάμεις πολλαπλασίους καὶ στρατηγοὺς ἐπιφανεῖς ἢ μένοντας ὑπʼ ἐνδείας καὶ

v.4.p.357
κρυμοῦ διαφθαρῆναι. ἤδη δʼ αὐτῶν ἀπογινωσκόντων τὴν σωτηρίαν αὐτόματός τις λύσις τῶν κακῶν ἐφάνη, καθάπερ θεῶν τινος ἐλεοῦντος αὐτῶν τὴν εὐψυχίαν.

Ἀντίγονος γὰρ ὁ πεφευγὼς ἐκ τῆς Ἀσίας συμμίξας τοῖς περὶ τὸν Ἀντίπατρον ἐδίδαξεν αὐτοὺς περὶ τῆς ὅλης ἐπιβουλῆς τοῦ Περδίκκου καὶ διότι τὴν Κλεοπάτραν γαμήσας εὐθὺς ἥξει μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν ὡς βασιλεὺς καὶ τὴν ἡγεμονίαν αὐτῶν παραιρήσεται.

οἱ δὲ περὶ τὸν Κρατερὸν καὶ Ἀντίπατρον διὰ τὸ παράδοξον τῆς προσαγγελίας καταπλαγέντες συνήδρευσαν μετὰ τῶν ἡγεμόνων. προτεθείσης οὖν βουλῆς περὶ τούτων ἔδοξεν ὁμογνωμόνως πρὸς μὲν Αἰτωλοὺς ἐφʼ οἷς ἦν δυνατὸν διαλυθῆναι, τὰς δὲ δυνάμεις κατὰ τάχος περαιοῦν εἰς τὴν Ἀσίαν καὶ τῷ μὲν Κρατερῷ τὴν τῆς Ἀσίας ἡγεμονίαν περιτιθέναι, τῷ δʼ Ἀντιπάτρῳ τὴν τῆς Εὐρώπης, πρεσβεύειν δὲ καὶ πρὸς Πτολεμαῖον περὶ κοινοπραγίας, ὄντα τοῦ μὲν Περδίκκου παντελῶς ἀλλότριον, ἑαυτοῖς δὲ φίλον, κοινῇ δὲ ἐπιβουλευόμενον.

εὐθὺς οὖν πρὸς μὲν Αἰτωλοὺς διάλυσιν ἐποιήσαντο, διεγνωκότες ὕστερον αὐτοὺς καταπολεμῆσαι καὶ μεταστῆσαι πανοικίους ἅπαντας εἰς τὴν ἐρημίαν καὶ πορρωτάτω τῆς Ἀσίας κειμένην χώραν, αὐτοὶ δὲ δόγμα γράψαντες ἀκόλουθον τοϊς προειρημένοις παρεσκευάζοντο τὰ πρὸς τὴν στρατείαν.

Περδίκκας δὲ τούς τε φίλους καὶ τοὺς ἡγεμόνας ἀθροίσας προέθηκε βουλὴν πότερον ἐπὶ τὴν

v.4.p.358
Μακεδονίαν χρὴ στρατεύειν ἢ πρότερον ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆσαι. πάντων δʼ ἐπενεχθέντων ἐπὶ τὸ πρότερον καταπολεμῆσαι τὸν Πτολεμαῖον, ὅπως μηδὲν ἐμπόδιον ἔχωσι τῆς κατὰ τὴν Μακεδονίαν ὁρμῆς, Εὐμενῆ μὲν ἐξέπεμψε μετὰ δυνάμεως ἀξιολόγου, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ τὴν διάβασιν κωλύειν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Πισιδικῆς τὴν πορείαν ἐπὶ τὴν Αἴγυπτον ἐποιεῖτο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.