Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οὕτω δὲ τῶν πραγμάτων τῷ Θίβρωνι προχωρούντων ἡ τύχη ταχὺ μεταβαλοῦσα ἐταπείνωσεν αὐτὸν διὰ τοιαύτας αἰτίας. τῶν ἡγεμόνων τῶν παρʼ αὐτῷ τις Κρὴς μὲν τὸ γένος, ὄνομα δὲ Μνασικλῆς, ἐμπειρίαν δʼ ἔχων τῶν πολεμικῶν πράξεων διηνέχθη πρὸς αὐτόν, ἐγκαλέσας μὲν περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, καὶ φύσει ταραχώδης ὢν καὶ θρασὺς ηὐτομόλησε πρὸς τοὺς Κυρηναίους.

κατηγορήσας δὲ πολλὰ τοῦ Θίβρωνος εἰς ὠμότητα καὶ ἀπιστίαν ἔπεισε λῦσαι τὰς ὁμολογίας καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι. διὸ καὶ ταλάντων ἑξήκοντα μόνον ἀποδεδομένων, τῶν δὲ λοιπῶν χρημάτων οὐ διδομένων ὁ μὲν Θίβρων ἐγκαλέσας τοῖς ἀφεστηκόσι συνέλαβε τῶν Κυρηναίων τοὺς παρόντας ἐν τῷ λιμένι, ὄντας περὶ ὀγδοήκοντα, εὐθὺ δὲ τὴν δύναμιν ἐπαγαγὼν ἐπὶ τὴν πόλιν ἐπολιόρκει τὴν Κυρήνην· οὐδὲν δὲ δυνάμενος πρᾶξαι πάλιν πρὸς τὸν λιμένα ἐπανῆλθε.

τῶν δὲ Βαρκαίων καὶ τῶν Ἑσπεριτῶν συμμαχούντων τῷ Θίβρωνι Κυρηναῖοι μέρος μὲν

v.4.p.350
τῆς δυνάμεως ἀπέλιπον ἐν τῇ Κυρήνῃ, τῷ μέρει δὲ στρατεύσαντες ἐπόρθουν τὴν τῶν ἀστυγειτόνων χώραν.

τούτων δʼ ἐπικαλεσαμένων βοηθεῖν τὸν Θίβρωνα ἅπαντας τοὺς στρατιώτας ἐξήγαγεν ἐπὶ τὴν συμμαχίαν. καθʼ ὃν δὴ χρόνον ὁ Κρὴς συλλογισάμενος τὴν ἐρημίαν τοῦ λιμένος ἔπεισε τοὺς ἐν Κυρήνῃ καταλειφθέντας ἐπιθέσθαι τῷ λιμένι.

ὑπακουσάντων δʼ εὐδὺς αὐτὸς καθηγούμενος ἐπέθετο τῷ λιμένι καὶ διὰ τὴν ἀπουσίαν τοῦ Θίβρωνος ῥᾳδίως ἐγκρατὴς γενόμενος τὰ περιλειπόμενα τῶν φορτίων ἀποκατέστησε τοῖς ἐμπόροις καὶ τὸν λιμένα φιλοτίμως ἐτήρει.

ὁ δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς· μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι. μετʼ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν.

οἱ γὰρ ἐν ταῖς ναυσὶν ὄντες τοῦ λιμένος ἐστερημένοι, τροφῆς δὲ ἀποροῦντες εἰώθεισαν καθʼ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰς τροφὰς ἐκ ταύτης πορίζεσθαι. οἱ δὲ Λίβυες ἐνεδρεύσαντες αὐτοὺς πλανωμένους κατὰ τὴν χώραν πολλοὺς μὲν ἀπέκτειναν, οὐκ ὀλίγους δʼ ἐζώγρησαν· οἱ δὲ περιλειφθέντες ἐκ τοῦ κινδύνου καταφυγόντες εἰς τὰς ναῦς ἀπέπλεον εἰς τὰς συμμαχίδας πόλεις. ἐπιγενομένου δὲ μεγάλου

v.4.p.351
πνεύματος αἱ πλεῖσται μὲν ὑπὸ τῆς θαλάσσης κατεπόθησαν, τῶν δʼ ἄλλων αἱ μὲν εἰς Κύπρον, αἱ δʼ εἰς Αἴγυπτον ἀπερρίφησαν.