Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατὰ δὲ τὴν Ἀσίαν τῶν μεμερισμένων τὰς σατραπείας Πτολεμαῖος μὲν ἀκινδύνως παρέλαβε τὴν Αἴγυπτον καὶ τοῖς μὲν ἐγχωρίοις φιλανθρώπως προσεφέρετο, παραλαβὼν δὲ ὀκτακισχίλια τάλαντα μισθοφόρους ἤθροιζε καὶ δυνάμεις παρεσκευάζετο· συνέτρεχε δὲ καὶ φίλων πλῆθος πρὸς αὐτὸν διὰ τὴν ἐπιείκειαν.

πρὸς δὲ Ἀντίπατρον διαπρεσβευόμενος κοινοπραγίαν συνέθετο, σαφῶς εἰδὼς ὅτι Περδίκκας ἐπιβαλεῖται παρελέσθαι τὴν τῆς Αἰγύπτου σατραπείαν. Λυσίμαχος δʼ ἐπιβαλὼν τοῖς κατὰ τὴν Θρᾴκην τόποις καὶ καταλαβὼν Σεύθην τὸν βασιλέα κατεστρατοπεδευκότα πεζοῖς μὲν δισμυρίοις, ἱππεῦσι δʼ ὀκτακισχιλίοις οὐ κατεπλάγη τὸ μέγεθος τῆς δυνάμεως. ἔχων δὲ τοὺς σύμπαντας πεζοὺς μὲν οὐ πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ δισχιλίους συνῆψε μάχην τοῖς βαρβάροις.

ταῖς μὲν οὖν ἀνδραγαθίαις προεῖχεν αὐτῶν, τοῖς δὲ πλήθεσι λειπόμενος καρτερὰν μάχην συνεστήσατο καὶ πολλοὺς μὲν τῶν ἰδίων ἀποβαλών, πολλαπλασίους δʼ ἀποκτείνας ἐπανῆλθεν εἰς τὴν στρατοπεδείαν ἀμφίδοξον ἔχων τὴν

v.4.p.340
νίκην.

τότε μὲν οὖν ἐχωρίσθησαν ἐκ τῶν τόπων αἱ παρʼ ἀμφοτέροις δυνάμεις καὶ παρασκευὰς μείζους ἐποιοῦντο πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν. Λεοννάτος δέ, παραγενομένου πρὸς αὐτὸν Ἑκαταίου πρεσβευτοῦ καὶ δεομένου βοηθῆσαι τὴν ταχίστην Ἀντιπάτρῳ καὶ Μακεδόσιν, ἐπηγγείλατο συμμαχήσειν.

διαβὰς οὖν εἰς τὴν Εὐρώπην καὶ καταντήσας εἰς Μακεδονίαν προσελάβετο πολλοὺς στρατιώτας Μακεδόνας· ἀθροίσας δὲ τοὺς ἅπαντας πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους προῆγεν διὰ τῆς Θετταλίας ἐπὶ τοὺς πολεμίους.