Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

αἱ μὲν κατʼ ἔθνος, αἱ δὲ κατὰ πόλιν. τῶν δʼ ἄλλων Ἑλλήνων οἱ μὲν πρὸς Μακεδόνας ἀπέκλινον, οἱ δὲ τὴν ἡσυχίαν εἵλοντο. Αἰτωλοὶ μὲν οὖν ἅπαντες πρῶτοι συνέθεντο τὴν συμμαχίαν, καθάπερ προείρηται, μετὰ δὲ τούτους Θετταλοὶ μὲν πάντες πλὴν Πελινναίων, Οἰταῖοι δὲ πλὴν Ἡρακλεωτῶν, Ἀχαιοὶ δὲ

v.4.p.335
Φθιῶται πλὴν Θηβαίων, Μηλιεῖς δὲ πλὴν Λαμιέων, ἑξῆς δὲ Δωριεῖς ἅπαντες καὶ Λοκροὶ καὶ Φωκεῖς, ἔτι δʼ Αἰνιᾶνες καὶ Ἀλυζαῖοι καὶ Δόλοπες, πρὸς δὲ τούτοις Ἀθαμᾶνες καὶ Λευκάδιοι καὶ Μολοττῶν οἱ περὶ Ἀρυπταῖον· οὗτος δʼ ὕπουλον συμμαχίαν συνθέμενος ὕστερον διὰ προδοσίας συνήργησε τοῖς Μακεδόσι. τῶν τʼ Ἰλλυριῶν καὶ Θρᾳκῶν ὀλίγοι συνέθεντο συμμαχίαν διὰ τὸ πρὸς τοὺς Μακεδόνας μῖσος.

ἑξῆς δὲ συνελάβοντο τοῦ πολέμου Καρύστιοι μὲν ἐξ Εὐβοίας, τελευταῖοι δὲ τῶν Πελοποννησίων Ἀργεῖοι, Σικυώνιοι, Ἠλεῖοι, Μεσσήνιοι καὶ οἱ τὴν Ἀκτὴν κατοικοῦντες. οἱ μὲν οὖν συμμαχίαν συνθέμενοι τῶν Ἑλλήνων ὑπῆρχον οἱ προειρημένοι.

ὁ δὲ δῆμος ἀπέστελλε στρατιώτας τῷ Λεωσθένει βοηθήσοντας πολιτικοὺς μὲν πεζοὺς πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, μισθοφόρους δὲ δισχιλίους. τούτων δὲ πορευομένων διὰ τῆς Βοιωτίας ἀλλοτρίους συνέβαινεν εἶναι τοὺς Βοιωτοὺς τοῖς Ἀθηναίοις διὰ τοιαύτας τινὰς αἰτίας. Ἀλέξανδρος Θήβας κατασκάψας τὴν χώραν τοῖς περιοικοῦσι Βοιωτοῖς ἔδωκεν.

οὗτοι δὲ κατακληρουχήσαντες τὰς τῶν ἠτυχηκότων κτήσεις ἐκ τῆς χώρας μεγάλας ἐλάμβανον προσόδους. διόπερ εἰδότες ὅτι κρατήσαντες Ἀθηναῖοι τῷ πολέμῳ τοῖς Θηβαίοις ἀποκαταστήσουσι

v.4.p.336
τήν τε κατρίδα καὶ τὴν χώραν, ἀκέκλινον πρὸς τοὺς Μακεδόνας.

στρατοπεδευόντων δʼ αὐτῶν περὶ τὰς Πλαταιὰς ὁ Λεωσθένης μέρος τῆς ἰδίας δυνάμεως ἀναλαβὼν ἧκεν εἰς τὴν Βοιωτίαν. μετὰ δὲ τῶν Ἀθηναίων παραταξάμενος πρὸς τοὺς ἐγχωρίους μάχῃ τε ἐνίκησε καὶ τρόκαιον στήσας ταχέως ἐπανῆλθεν εἰς Πύλας· ἐνταῦθα γὰρ διατρίβων χρόνον τινὰ προκατείληπτο τὰς παρόδους καὶ τὴν τῶν Μακεδόνων δύναμιν ἀνεδέχετο.