Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τῷ δʼ Ἑρμῇ προσάπτουσι τὰς ἐν τοῖς πολέμοις γινομένας ἐπικηρυκείας καὶ διαλλαγὰς καὶ σπονδὰς καὶ τὸ τούτων σύσσημον κηρύκειον, ὃ φορεῖν εἰώθασιν οἱ περὶ τῶν τοιούτων τοὺς λόγους ποιούμενοι καὶ διὰ τούτου τυγχάνοντες παρὰ τοῖς πολεμίοις ἀσφαλείας· ὅθεν δὴ καὶ κοινὸν Ἑρμῆν ὠνομάσθαι, διὰ τὸ τὴν ὠφέλειαν ἀμφοτέροις εἶναι κοινὴν τοῖς ἐν τῷ πολέμῳ τὴν εἰρήνην μεταλαμβάνουσι.

φασὶ δʼ αὐτὸν καὶ μέτρα καὶ σταθμὰ καὶ τὰ διὰ τῆς ἐμπορίας κέρδη πρῶτον ἐπινοῆσαι καὶ τὸ λάθρᾳ τὰ τῶν ἄλλων σφετερίζεσθαι. παραδεδόσθαι δʼ αὐτὸν καὶ κήρυκα τῶν θεῶν, ἔτι δʼ ἄγγελον ἄριστον διὰ τὸ σαφῶς αὐτὸν ἕκαστα τῶν εἰς ἐντολὴν δοθέντων ἑρμηνεύειν· ἀφʼ οὗ καὶ τετευχέναι τῆς προσηγορίας αὐτὸν ταύτης, οὐχ εὑρετὴν τῶν ὀνομάτων καὶ λέξεων γενόμενον, ὥς τινές φασιν, ἀλλὰ τὸ τῆς ἀπαγγελίας ἄρτιον καὶ σαφὲς ἐκπεπονηκότα περιττότερον τῶν ἄλλων.

εἰσηγητὴν δʼ αὐτὸν καὶ παλαίστρας γενέσθαι, καὶ τὴν ἀπὸ τῆς χελώνης λύραν ἐπινοῆσαι μετὰ τὴν Ἀπόλλωνος πρὸς Μαρσύαν σύγκρισιν, καθʼ ἣν λέγεται τὸν Ἀπόλλωνα νικήσαντα καὶ τιμωρίαν ὑπὲρ τὴν ἀξίαν λαβόντα παρὰ τοῦ λειφθέντος μεταμεληθῆναι, καὶ τὰς ἐκ τῆς κιθάρας χορδὰς ἐκρήξαντα μέχρι τινὸς χρόνου τῆς ἐν αὐτῇ μουσικῆς ἀποστῆναι.

Διόνυσον δὲ μυθολογοῦσιν εὑρετὴν γενέσθαι τῆς τʼ ἀμπέλου καὶ τῆς περὶ ταύτην ἐργασίας,

v.2.p.107
ἔτι δʼ οἰνοποιίας καὶ τοῦ πολλοὺς τῶν ἐκ τῆς ὀπώρας καρπῶν ἀποθησαυρίζεσθαι καὶ τὰς χρείας καὶ τὰς τροφὰς παρέχεσθαι τοῖς ἀνθρώποις ἐπὶ πολὺν χρόνον. τοῦτον δὲ τὸν θεὸν γεγονέναι φασὶν ἐκ Διὸς καὶ Φερσεφόνης κατὰ τὴν Κρήτην, ὃν Ὀρφεὺς κατὰ τὰς τελετὰς παρέδωκε διασπώμενον ὑπὸ τῶν Τιτάνων· πλείονας γὰρ Διονύσους συμβαίνει γεγονέναι, περὶ ὧν ἡμεῖς σαφέστερον τὰ κατὰ μέρος ἐν οἰκειοτέροις καιροῖς ἀναγεγράφαμεν.

οἱ δʼ οὖν Κρῆτες τῆς παρʼ αὐτοῖς γενέσεως τοῦ θεοῦ πειρῶνται σημεῖα φέρειν, λέγοντες ὅτι περὶ τὴν Κρήτην δύο νήσους κτίσας ἐπὶ τῶν καλουμένων διδύμων κόλπων Διονυσιάδας ἀφʼ ἑαυτοῦ προσηγόρευσεν, ὅπερ μηδαμοῦ τῆς οἰκουμένης αὐτὸν ἑτέρωθι πεποιηκέναι.

Ἡρακλέα δὲ μυθολογοῦσιν ἐκ Διὸς γενέσθαι παμπόλλοις ἔτεσι πρότερον τοῦ γεννηθέντος περὶ τὴν Ἀργείαν ἐξ Ἀλκμήνης. τοῦτον δὲ μητρὸς μὲν μὴ παρειληφέναι τίνος ἦν, αὐτὸ δὲ μόνον ὅτι ῥώμῃ σώματος πολὺ τῶν ἁπάντων διενεγκὼν ἐπῆλθε τὴν οἰκουμένην, κολάζων μὲν τοὺς ἀδίκους, ἀναιρῶν δὲ τὰ τὴν χώραν ἀοίκητον ποιοῦντα θηρία· πᾶσι δʼ ἀνθρώποις τὴν ἐλευθερίαν περιποιήσας ἀήττητος μὲν ἐγένετο καὶ ἄτρωτος, διὰ δὲ τὰς εὐεργεσίας ἀθανάτου τιμῆς ἔτυχε παρʼ ἀνθρώποις.