Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οὐ πολὺ δὲ τούτων κατόπιν Ἴναχον τὸν Ἀργείων βασιλέα, ἀφανισθείσης τῆς θυγατρὸς Ἰοῦς, ἐξαποστεῖλαι Κύρνον, ἕνα τῶν ἡγεμονικῶν ἀνδρῶν, δόντα αὐτῷ στόλον ἀξιόλογον, καὶ προστάξαι ζητεῖν ἐν παντὶ τόπῳ τὴν Ἰώ, καὶ μὴ ἐπανελθεῖν, ἐὰν μὴ ταύτης ἐγκρατὴς γένηται.

ὁ δὲ Κύρνος ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης πλανηθεὶς καὶ μὴ δυνάμενος εὑρεῖν ταύτην, κατέπλευσε τῆς Καρίας εἰς τὴν προειρημένην Χερρόνησον· ἀπογνοὺς δὲ τὴν εἰς οἶκον ἀνακομιδὴν κατῴκησεν ἐν τῇ Χερρονήσῳ, καὶ τὰ μὲν πείσας, τὰ δʼ ἀναγκάσας ἐβασίλευσε μέρους τῆς χώρας καὶ πόλιν ἔκτισεν ὁμώνυμον ἑαυτῷ Κύρνον· πολιτευόμενος δὲ δημοτικῶς μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς συμπολιτευομένοις.

μετὰ δὲ ταῦτα Τριόπαν, ἕνα τῶν Ἡλίου καὶ Ῥόδου παίδων, φεύγοντα διὰ τὸν Τενάγεω τοῦ ἀδελφοῦ φόνον εἰς τὴν Χερρόνησον ἀφικέσθαι. ἐνταῦθα δὲ καθαρθέντα τὸν φόνον ὑπὸ Μελισσέως τοῦ βασιλέως εἰς τὴν Θετταλίαν πλεῦσαι ἐπὶ συμμαχίαν τοῖς Δευκαλίωνος παισί, καὶ συνεκβαλεῖν ἐκ τῆς Θετταλίας τοὺς Πελασγούς,

καὶ μερίσασθαι τὸ καλούμενον Δώτιον πεδίον. ἐνταῦθα δὲ τὸ τέμενος τῆς Δήμητρος ἐκκόψαντα τῇ

v.2.p.87
μὲν ὕλῃ καταχρῆσθαι πρὸς βασιλείων κατασκευήν· δι’ ἣν αἰτίαν ὑπὸ τῶν ἐγχωρίων μισηθέντα φυγεῖν ἐκ Θετταλίας, καὶ καταπλεῦσαι μετὰ τῶν συμπλευσάντων λαῶν εἰς τὴν Κνιδίαν, ἐν ᾗ κτίσαι τὸ καλούμενον ἀπʼ αὐτοῦ Τριόπιον.

ἐντεῦθεν δʼ ὁρμώμενον τήν τε Χερρόνησον κατακτήσασθαι καὶ τῆς ὁμόρου Καρίας πολλήν. περὶ δὲ τοῦ γένους τοῦ Τριόπα πολλοὶ τῶν συγγραφέων καὶ ποιητῶν διαπεφωνήκασιν· οἱ μὲν γὰρ ἀναγράφουσιν αὐτὸν υἱὸν εἶναι Κανάχης τῆς Αἰόλου καὶ Ποσειδῶνος, οἱ δὲ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης τῆς Πηνειοῦ.