Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

περὶ δὲ τῆς κατὰ τὴν Κόρην ἁρπαγῆς, ὅτι γέγονεν ὡς προειρήκαμεν, πολλοὶ τῶν ἀρχαίων συγγραφέων καὶ ποιητῶν μεμαρτυρήκασι. καρκίνος μὲν γὰρ ὁ τῶν τραγῳδιῶν ποιητής, πλεονάκις ἐν ταῖς Συρακούσαις παρεπιδεδημηκὼς καὶ τὴν τῶν ἐγχωρίων τεθεαμένος σπουδὴν περὶ τὰς θυσίας καὶ πανηγύρεις τῆς τε Δήμητρος καὶ Κόρης, κατεχώρισεν ἐν τοῖς ποιήμασι τούσδε τοὺς στίχους·

v.2.p.10
λέγουσι Δήμητρός ποτʼ ἄρρητον κόρην Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι, δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς, πόθῳ δὲ μητέρʼ ἠφανισμένης κόρης μαστῆρʼ ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα. καὶ τὴν μὲν Αἰτναίοισι Σικελίαν πάγοις πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος. ὅθεν θεὰς τιμῶσιν εἰς τὰ νῦν ἔτι.

οὐκ ἄξιον δὲ παραλιπεῖν τῆς θεοῦ ταύτης τὴν ὑπερβολὴν τῆς εἰς τοὺς ἀνθρώπους εὐεργεσίας· χωρὶς γὰρ τῆς εὑρέσεως τοῦ σίτου τήν τε κατεργασίαν αὐτοῦ τοὺς ἀνθρώπους ἐδίδαξε καὶ νόμους εἰσηγήσατο καθʼ οὓς δικαιοπραγεῖν εἰθίσθησαν, διʼ ἣν αἰτίαν φασὶν αὐτὴν θεσμοφόρον ἐπονομασθῆναι.

τούτων δὲ τῶν εὑρημάτων οὐκ ἄν τις ἑτέραν εὐεργεσίαν εὕροι μείζονα· καὶ γὰρ τὸ ζῆν καὶ τὸ καλῶς ζῆν περιέχουσι. περὶ μὲν οὖν τῶν μυθολογουμένων παρὰ τοῖς Σικελιώταις ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.

περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῇ πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν. Φίλιστος μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατʼ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας,

v.2.p.11
Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι· πολλὰς δʼ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγούμεθα περὶ τούτων διεξιέναι.

οἱ δʼ οὖν Σικανοὶ τὸ παλαιὸν κωμηδὸν ᾤκουν, ἐπὶ τῶν ὀχυρωτάτων λόφων τὰς πόλεις κατασκευάζοντες διὰ τοὺς λῃστάς· οὐ γὰρ ἦσαν ὑπὸ μίαν ἡγεμονίαν βασιλέως τεταγμένοι, κατὰ πόλιν δὲ ἑκάστην εἷς ἦν ὁ δυναστεύων.

καὶ τὸ μὲν πρῶτον ἅπασαν τὴν νῆσον κατῴκουν, καὶ τὴν χώραν ἐργαζόμενοι τὰς τροφὰς εἶχον· ὕστερον δὲ τῆς Αἴτνης ἐν πλείοσι τόποις ἀναφυσήματα πυρὸς ἀνείσης, καὶ πολλοῦ κατὰ τὴν χώραν ῥύακος ἐκχυθέντος, συνέβη φθαρῆναι τῆς γῆς ἐπὶ πολὺν τόπον. ἐπʼ ἔτη δὲ πλείω τοῦ πυρὸς ἐπινεμομένου πολλὴν χώραν, φοβηθέντες τὰ μὲν πρὸς ἕω κεκλιμένα τῆς Σικελίας ἐξέλιπον, εἰς δὲ τὰ πρὸς δυσμὰς νεύοντα μετῴκησαν. τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον ἐκ τῆς Ἰταλίας τὸ τῶν Σικελῶν ἔθνος πανδημεὶ περαιωθὲν εἰς τὴν Σικελίαν, τὴν ὑπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατῴκησαν.

ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν Σικελῶν, καὶ τὴν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως συνθήκας ποιησάμενοι συμφώνους ὅρους ἔθεντο τῆς χώρας· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.