Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μεγάλην δʼ ἔχει παραλλαγὴν τὰ μέταλλα ταῦτα συγκρινόμενα τοῖς κατὰ τὴν Ἀττικήν. ἐκεῖνα μὲν γὰρ οἱ μεταλλεύοντες καὶ πρὸς ταῖς ἐργασίαις μεγάλας προϊέμενοι δαπάνας ἃ μὲν ἤλπισαν ἐνίοτε λαβεῖν οὐκ ἔλαβον, ἃ δʼ εἶχον ἀπέβαλον, ὥστε δοκεῖν αὐτοὺς ὥσπερ αἰνίγματος τρόπον ἀτυχεῖν·

οἱ δὲ κατὰ τὴν Σπανίαν μεταλλουργοὶ ταῖς ἐλπίσι μεγάλους σωρεύουσι πλούτους ἐκ τούτων τῶν ἐργασιῶν. τῶν γὰρ πρώτων ἔργων ἐπιτυγχανομένων διὰ τὴν τῆς γῆς εἰς τοῦτο τὸ γένος ἀρετὴν ἀεὶ μᾶλλον εὑρίσκουσι λαμπροτέρας φλέβας, γεμούσας ἀργύρου τε καὶ χρυσοῦ· πᾶσα γὰρ ἡ σύνεγγυς γῆ διαπέπλεκται πολυμερῶς τοῖς ἑλιγμοῖς τῶν ῥάβδων.

ἐνίοτε δὲ καὶ κατὰ βάθους ἐμπίπτουσι ποταμοῖς ῥέουσιν ὑπὸ τὴν γῆν, ὧν τῆς βίας περιγίνονται διακόπτοντες τὰς ῥύσεις αὐτῶν

v.2.p.54
τὰς ἐμπιπτούσας τοῖς ὀρύγμασι πλαγίοις. ταῖς γὰρ ἀδιαψεύστοις τοῦ κέρδους προσδοκίαις πιεζόμενοι πρὸς τὸ τέλος ἄγουσι τὰς ἰδίας ἐπιβολάς, καὶ τὸ πάντων παραδοξότατον, ἀπαρύτουσι τὰς ῥύσεις τῶν ὑδάτων τοῖς Αἰγυπτιακοῖς λεγομένοις κοχλίαις, οὓς Ἀρχιμήδης ὁ Συρακόσιος εὗρεν, ὅτε παρέβαλεν εἰς Αἴγυπτον· διὰ δὲ τούτων συνεχῶς ἐκ διαδοχῆς παραδιδόντες μέχρι τοῦ στομίου, τὸν τῶν μετάλλων τόπον ἀναξηραίνουσι καὶ κατασκευάζουσιν εὔθετον πρὸς τὴν τῆς ἐργασίας πραγματείαν.

φιλοτέχνου δʼ ὄντος τοῦ ὀργάνου καθʼ ὑπερβολήν, διὰ τῆς τυχούσης ἐργασίας ἄπλατον ὕδωρ ἀναρριπτεῖται παραδόξως, καὶ πᾶν τὸ ποτάμιον ῥεῦμα ῥᾳδίως ἐκ βυθοῦ πρὸς τὴν ἐπιφάνειαν ἐκχεῖται. θαυμάσαι δʼ ἄν τις εἰκότως τοῦ τεχνίτου τὴν ἐπίνοιαν οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς καὶ μείζοσι, διαβεβοημένοις κατὰ πᾶσαν τὴν οἰκουμένην, περὶ ὧν τὰ κατὰ μέρος ὅταν ἐπὶ τὴν Ἀρχιμήδους ἡλικίαν ἔλθωμεν ἀκριβῶς διέξιμεν.