Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
ἐπεὶ δὲ τὰ περὶ τῶν Ἰβήρων διήλθομεν, οὐκ ἀνοίκειον εἶναι διαλαμβάνομεν περὶ τῶν ἐν αὐτῇ μετάλλων ἀργυρείων διελθεῖν· αὕτη γὰρ ἡ χώρα σχεδόν τι πλεῖστον καὶ κάλλιστον ἔχει μεταλλευόμενον ἄργυρον καὶ πολλὰς τοῖς ἐργαζομένοις παρέχεται προσόδους.
εἴρηται μὲν οὖν ἡμῖν καὶ ἐν
πολλῶν δʼ ὄντων ἐν αὐτοῖς δρυμῶν καὶ πυκνῶν τοῖς δένδρεσι, φασὶν ἐν τοῖς παλαιοῖς χρόνοις ὑπό τινων νομέων ἀφέντων πῦρ κατακαῆναι παντελῶς ἅπασαν τὴν ὀρεινὴν χώραν· διὸ καὶ συχνὰς ἡμέρας συνεχῶς πυρὸς ἐπιφλέγοντος καῆναι τὴν ἐπιφάνειαν τῆς γῆς, καὶ τὰ μὲν ὄρη διὰ τὸ συμβεβηκὸς κληθῆναι Πυρηναῖα, τὴν δʼ ἐπιφάνειαν τῆς κατακεκαυμένης χώρας ἀργύρῳ ῥυῆναι πολλῷ, καὶ χωνευθείσης τῆς φύσεως, ἐξ ἧς ὁ ἄργυρος κατασκευάζεται, ῥύακας γενέσθαι πολλοὺς ἀργύρου καθαροῦ.
τῆς δὲ τούτου χρείας ἀγνοουμένης παρὰ τοῖς ἐγχωρίοις, τοὺς Φοίνικας ἐμπορίαις χρωμένους καὶ τὸ γεγονὸς μαθόντας ἀγοράζειν τὸν ἄργυρον μικρᾶς τινος ἀντιδόσεως ἄλλων φορτίων. διὸ δὴ τοὺς Φοίνικας μετακομίζοντας εἴς τε τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν καὶ τἄλλα πάντα ἔθνη μεγάλους περιποιήσασθαι πλούτους. ἐπὶ τοσοῦτο δὲ τοὺς ἐμπόρους διατεῖναι τῆς φιλοκερδίας, ὥστε ἐπειδὰν καταγόμων ὄντων τῶν πλοίων περιττεύῃ πολὺς ἄργυρος,
διόπερ ἐπὶ πολλοὺς χρόνους οἱ Φοίνικες διὰ τῆς τοιαύτης ἐμπορίας ἐπὶ πολὺ λαβόντες αὔξησιν ἀποικίας πολλὰς ἀπέστειλαν, τὰς μὲν εἰς Σικελίαν καὶ τὰς σύνεγγυς ταύτης νήσους, τὰς δʼ εἰς τὴν Λιβύην καὶ Σαρδόνα καὶ τὴν Ἰβηρίαν.
ὕστερον δὲ πολλοῖς χρόνοις οἱ μὲν Ἴβηρες μαθόντες τὰ περὶ τὸν ἄργυρον ἰδιώματα κατεσκεύασαν ἀξιόλογα μέταλλα· διόπερ ἄργυρον κάλλιστον καὶ σχεδόν τι πλεῖστον κατασκευάζοντες μεγάλας ἐλάμβανον προσόδους. ὁ δὲ τρόπος τῆς μεταλλείας καὶ τῶν ἔργων τοιοῦτός τίς ἐστι παρὰ τοῖς Ἴβηρσιν.
ὄντων χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου μετάλλων θαυμαστῶν, οἱ μὲν ἐργαζόμενοι τὰ χαλκουργεῖα τὸ τέταρτον μέρος χαλκοῦ καθαροῦ ἐκ τῆς ὀρυττομένης γῆς λαμβάνουσι, τῶν δʼ ἀργυρευόντων τινὲς ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν ἐξαίρουσι τάλαντον· πᾶσα γὰρ ἡ βῶλός ἐστι ψήγματος συμπεπηγότος καὶ ἀπολάμποντος μεστή. διὸ καὶ θαυμάσαι τις ἂν τήν τε τῆς χώρας φύσιν καὶ τὴν φιλοπονίαν τῶν ἐργαζομένων αὐτὴν ἀνθρώπων.