Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οἱ δʼ ἐγχώριοι τροφαῖς μὲν χρῶνται γάλακτι καὶ μέλιτι καὶ κρέασι, δαψιλῶς πάντα ταῦτα παρεχομένης τῆς χώρας, τὰ δὲ πρὸς ἀλλήλους βιοῦσιν ἐπιεικῶς καὶ δικαίως παρὰ πάντας σχεδὸν τοὺς ἄλλους βαρβάρους· τά τε γὰρ κατὰ τὴν ὀρεινὴν ἐν τοῖς δένδρεσιν εὑρισκόμενα κηρία τῶν πρώτων εὑρισκόντων ἐστί, μηδενὸς ἀμφισβητοῦντος, τά τε πρόβατα σημείοις διειλημμένα, κἂν μηδεὶς φυλάττῃ, σώζεται τοῖς κεκτημένοις, ἔν τε ταῖς ἄλλαις ταῖς ἐν τῷ βίῳ κατὰ μέρος οἰκονομίαις θαυμαστῶς προτιμῶσι τὸ δικαιοπραγεῖν.

παραδοξότατον δʼ ἐστὶ τὸ παρʼ αὐτοῖς γινόμενον κατὰ τὰς τῶν τέκνων γενέσεις· ὅταν γὰρ ἡ γυνὴ τέκῃ, ταύτης μὲν οὐδεμία γίνεται περὶ τὴν λοχείαν ἐπιμέλεια, ὁ δʼ ἀνὴρ αὐτῆς ἀναπεσὼν ὡς νοσῶν λοχεύεται τακτὰς ἡμέρας, ὡς τοῦ σώματος αὐτῷ κακοπαθοῦντος·

φύεται δὲ κατὰ τὴν νῆσον ταύτην καὶ πύξος πλείστη καὶ διάφορος, διʼ ἣν καὶ τὸ μέλι τὸ γινόμενον ἐν ταύτῃ παντελῶς γίνεται πικρόν. κατοικοῦσι δʼ αὐτὴν βάρβαροι, τὴν διάλεκτον ἔχοντες ἐξηλλαγμένην καὶ δυσκατανόητον· τὸν δʼ ἀριθμὸν ὑπάρχουσιν ὑπὲρ τοὺς τρισμυρίους.