Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

καὶ περὶ μὲν Ἀρισταίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ Δάφνιδος καὶ Ἔρυκος πειρασόμεθα διεθεῖν. Ἔρυκά φασιν υἱὸν μὲν γενέσθαι Ἀφροδίτης καὶ Βούτα, βασιλέως τινὸς ἐγχωρίου δόξῃ διαφέροντος· τοῦτον δὲ διὰ τὴν ἀπὸ τῆς μητρὸς εὐγένειαν θαυμασθῆναί τε ὑπὸ τῶν ἐγχωρίων καὶ βασιλεῦσαι μέρους τῆς νήσου. κτίσαι δὲ καὶ πόλιν ἀξιόλογον ὁμώνυμον αὑτῷ, κειμένην ἐπί τινος ὑψηλοῦ τόπου· κατὰ δὲ τὴν ἄκραν τὴν ἐν τῇ πόλει τῆς μητρὸς ἱερὸν ἱδρύσασθαι, καὶ κοσμῆσαι τῇ τε

v.1.p.529
κατασκευῇ τοῦ νεὼ καὶ τῷ πλήθει τῶν ἀναθημάτων.

τὴν δὲ θεὸν διά τε τὴν ἀπὸ τῶν ἐγχωρίων εὐσέβειαν καὶ διὰ τὴν ἀπὸ τοῦ τεκνωθέντος υἱοῦ τιμὴν ἀγαπῆσαι περιττότερον τὴν πόλιν· διόπερ αὐτὴν Ἀφροδίτην Ἐρυκίνην ὀνομασθῆναι. θαυμάσαι δʼ ἄν τις εἰκότως ἀναλογισάμενος τὴν περὶ τὸ ἱερὸν τοῦτο γενομένην δόξαν·

τὰ μὲν γὰρ ἄλλα τεμένη ἀνθήσαντα ταῖς δόξαις πολλάκις διὰ περιστάσεις τινὰς τεταπείνωται, μόνον δὲ τοῦτο τῶν ἐξ αἰῶνος ἀρχὴν λαβὸν οὐδέποτε διέλιπε τιμώμενον, ἀλλὰ καὶ τοὐναντίον ἀεὶ διετέλεσε πολλῆς τυγχάνον αὐξήσεως.

μετὰ γὰρ τὰς προειρημένας ὑπʼ Ἔρυκος τιμὰς ὕστερον Αἰνείας ὁ Ἀφροδίτης πλέων εἰς Ἰταλίαν καὶ προσορμισθεὶς τῇ νήσῳ πολλοῖς ἀναθήμασι τὸ ἱερόν, ὡς ἂν ἰδίας μητρὸς ὑπάρχον, ἐκόσμησε· μετὰ δὲ τοῦτον ἐπὶ πολλὰς γενεὰς τιμῶντες οἱ Σικανοὶ τὴν θεὸν θυσίαις τε μεγαλοπρεπέσι συνεχῶς καὶ ἀναθήμασιν ἐκόσμουν· μετὰ δὲ ταῦτα Καρχηδόνιοι, μέρους τῆς Σικελίας κυριεύσαντες, οὐ διέλιπον τιμῶντες τὴν θεὸν διαφερόντως. τὸ δὲ τελευταῖον Ῥωμαῖοι, πάσης Σικελίας κρατήσαντες, ὑπερεβάλοντο πάντας τοὺς πρὸ αὐτῶν ταῖς εἰς ταύτην τιμαῖς.

καὶ τοῦτο εἰκότως ἐποίουν· τὸ γὰρ γένος εἰς ταύτην ἀναπέμποντες, καὶ διὰ τοῦτο ἐν ταῖς πράξεσιν ἐπιτυχεῖς ὄντες, τὴν αἰτίαν τῆς αὐξήσεως ἠμείβοντο ταῖς προσηκούσαις χάρισι καὶ τιμαῖς.

οἱ μὲν γὰρ καταντῶντες εἰς τὴν νῆσον ὕπατοι καὶ στρατηγοὶ

v.1.p.530
καὶ πάντες οἱ μετά τινος ἐξουσίας ἐπιδημοῦντες, ἐπειδὰν εἰς τὸν Ἔρυκα παραβάλωσι, μεγαλοπρεπέσι θυσίαις καὶ τιμαῖς κοσμοῦσι τὸ τέμενος, καὶ τὸ σκυθρωπὸν τῆς ἐξουσίας ἀποθέμενοι μεταβάλλουσιν εἰς παιδιὰς καὶ γυναικῶν ὁμιλίας μετὰ πολλῆς ἱλαρότητος, μόνως οὕτω νομίζοντες κεχαρισμένην τῇ θεῷ ποιήσειν τὴν ἑαυτῶν παρουσίαν·

ἥ τε σύγκλητος τῶν Ῥωμαίων εἰς τὰς τῆς θεοῦ τιμὰς φιλοτιμηθεῖσα τὰς μὲν πιστοτάτας τῶν κατὰ τὴν Σικελίαν πόλεων οὔσας ἑπτακαίδεκα χρυσοφορεῖν ἐδογμάτισε τῇ Ἀφροδίτῃ καὶ στρατιώτας διακοσίους τηρεῖν τὸ ἱερόν. καὶ περὶ μὲν Ἐρυκος εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν οἰκείαν πεποιήμεθα τὴν περὶ τῆς θεᾶς