Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τῆς Τρῳάδος χώρας πρῶτος ἐβασίλευσε Τεῦκρος, υἱὸς ὢν Σκαμάνδρου τοῦ ποταμοῦ καὶ Ἰδαίας νύμφης, ἀνὴρ ἐπιφανής, καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Τεύκρους προσηγόρευσε. Τεύκρου δʼ ἐγένετο θυγάτηρ Βάτεια· ταύτην δὲ Δάρδανος ὁ Διὸς γήμας, καὶ τὴν βασιλείαν διαδεξάμενος, τοὺς μὲν λαοὺς ἀφʼ ἑαυτοῦ ὠνόμασε Δαρδάνους, πόλιν δʼ οἰκίσας ἐπὶ θαλάττης ὠνόμασεν ἀφʼ ἑαυτοῦ Δάρδανον.

τούτου δʼ Ἐριχθόνιος υἱὸς γενόμενος εὐδαιμονίᾳ καὶ πλούτῳ πολὺ διήνεγκε· περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρός φησι,

ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο.

Ἐριχθονίου δʼ υἱὸς γενόμενος Τρὼς τοὺς λαοὺς ὠνόμασεν ἀφʼ ἑαυτοῦ Τρῶας. τούτου δʼ ἐγένοντο τρεῖς υἱοί, Ἶλος, Ἀσσάρακος, Γανυμήδης. Ἶλος μὲν οὖν ᾤκισεν ἐν πεδίῳ πόλιν ἐπιφανεστάτην τῶν ἐν τῇ Τρῳάδι, Ἴλιον ἀφʼ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν.

Ἴλου δὲ γενόμενος υἱὸς Λαομέδων Τιθωνὸν καὶ Πρίαμον ἐγέννησεν· ὧν Τιθωνὸς μὲν στρατεύσας εἰς τὰ πρὸς ἕω μέρη τῆς Ἀσίας καὶ διατείνας

v.1.p.517
ἕως Αἰθιοπίας ἐμυθολογήθη ἐξ Ἠοῦς τεκνῶσαι Μέμνονα τὸν τοῖς Τρωσὶ βοηθήσαντα καὶ ὑπʼ Ἀχιλλέως ἀναιρεθέντα, Πρίαμος δʼ Ἑκάβην γήμας σὺν ἄλλοις πλείοσιν υἱοῖς ἐγέννησεν Ἕκτορα τὸν ἐπισημόντατον γενόμενον ἐν τῷ Τρωικῷ πολέμῳ.

Ἀσσάρακος δὲ Δαρδάνων βασιλεύσας Κάπυν ἐγέννησεν, ἐξ οὗ τεκνωθεὶς Ἀγχίσης ἐξ Ἀφροδίτης Αἰνείαν ἐγέννησε τὸν ἐπιφανέστατον τῶν Τρώων. Γανυμήδης δὲ τῶν ἁπάντων εὐπρεπείᾳ διαφέρων ὑπὸ τῶν θεῶν ἀνηρπάγη τῷ Διὶ οἰνοχοεῖν.

τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διεξιέναι περὶ Δαιδάλου καὶ Μινωταύρου καὶ τῆς Μίνωος στρατείας εἰς Σικελίαν ἐπὶ Κώκαλον τὸνβασιλέα.