Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐπεὶ δὲ Πέλοπος ἐμνήσθημεν, ἀναγκαῖόν ἐστι καὶ περὶ τοῦ πατρὸς αὐτοῦ Ταντάλου διελθεῖν, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων παραλίπωμεν. Τάνταλος Διὸς μὲν ἦν υἱός, πλούτῳ δὲ καὶ δόξῃ διαφέρων κατῴκει τῆς Ἀσίας περὶ τὴν νῦν ὀνομαζομένην Παφλαγονίαν. διὰ δὲ τὴν ἀπὸ τοῦ πατρὸς Διὸς εὐγένειαν, ὥς φασι, φίλος ἐγένετο τῶν θεῶν ἐπὶ πλέον.

ὕστερον δὲ τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως, καὶ μετασχὼν κοινῆς τραπέζης καὶ πάσης παρρησίας, ἀπήγγελλε τοῖς ἀνθρώποις τὰ παρὰ τοῖς ἀθανάτοις ἀπόρρητα. διʼ ἣν αἰτίαν καὶ ζῶν ἐκολάσθη καὶ τελευτήσας αἰωνίου κατὰ τοὺς μύθους τιμωρίας ἠξιώθη, καταταχθεὶς εἰς τοὺς ἀσεβεῖς.

τούτου δʼ ἐγένετο Πέλοψ υἱὸς καὶ Νιόβη θυγάτηρ· αὕτη δʼ ἐγέννησεν υἱοὺς ἑπτὰ καὶ θυγατέρας τὰς ἴσας εὐπρεπείᾳ διαφερούσας. ἐπὶ δὲ τῷ πλήθει τῶν τέκνων μέγα φρυαττομένη πλεονάκις ἐκαυχᾶτο καὶ τῆς Λητοῦς ἑαυτὴν εὐτεκνοτέραν ἀπεφαίνετο. εἶθʼ ἡ μὲν Λητὼ κατὰ τοὺς μύθους χολωσαμένη προσέταξε τῷ μὲν Ἀπόλλωνι κατατοξεῦσαι τοὺς υἱοὺς τῆς Νιόβης, τῇ δʼ Ἀρτέμιδι τὰς θυγατέρας. τούτων δʼ ὑπακουσάντων τῇ μητρὶ καὶ κατὰ τὸν αὐτὸν καιρὸν κατατοξευσάντων τὰ τέκνα τῆς Νιόβης,

v.1.p.516
συνέβη τὴν προειρημένην ὑφʼ ἕνα καιρὸν ὀξέως ἅμα εὔτεκνον καὶ ἄτεκνον γενέσθαι.

ἐπεὶ δὲ ὁ Τάνταλος μισηθεὶς ὑπὸ τῶν θεῶν ἐξέπεσεν ἐκ τῆς Παφλαγονίας ὑπὸ Ἴλου τοῦ Τρωός, ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὸν Ἶλον καὶ τοὺς προγόνους αὐτοῦ διελθεῖν.