Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

περὶ μὲν οὖν Ἀσκληπιοῦ καὶ τῶν υἱῶν αὐτοῦτοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ τῶν Ἀσωποῦ θυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν νῦν διέξιμεν. Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους ἐγένοντο παῖδες ἄλλοι τε πλείους ἐπώνυμοι ποταμῶν, ἐν οἷς ὑπάρξαι Πηνειὸν καὶ Ἀσωπόν. Πηνειὸς μὲν οὖν κατοικήσας περὶ τὴν νῦν οὖσαν Θετταλίαν ἐπώνυμον ἑαυτοῦ τὸν προειρημένον ποταμὸν ἐποίησεν·

v.1.p.512
Ἀσωπὸς δʼ ἐν Φλιοῦντι κατοικήσας ἔγημε Μετώπην τὴν Λάδωνος, ἐξ ἧς ἐγένοντο δύο μὲν υἱοί, Πελασγὸς καὶ Ἰσμηνός, θυγατέρες δὲ δώδεκα, Κόρκυρα καὶ Σαλαμίς, ἔτι δʼ Αἴγινα καὶ Πειρήνη καὶ Κλεώνη, πρὸς δὲ ταύταις Θήβη τε καὶ Τάναγρα καὶ Θέσπεια καὶ Ἀσωπίς, ἔτι δὲ Σινώπη, πρὸς δὲ ταύταις Ὀρνία καὶ Χαλκίς.

τούτων δʼ Ἰσμηνὸς μὲν εἰς Βοιωτίαν ἐλθὼν κατῴκησε περὶ τὸν ποταμὸν τὸν ἀπʼ ἐκείνου τὴν ὁμωνυμίαν λαβόντα, τῶν δὲ θυγατέρων Σινώπη μὲν ὑπὸ Ἀπόλλωνος ἁρπαγεῖσα ἀπηνέχθη πρὸς τοῦτον τὸν τόπον οὗ νῦν ἐστιν ἡ ἀπʼ ἐκείνης ὀνομασθεῖσα πόλις Σινώπη· ἐκ δὲ ταύτης καὶ Ἀπόλλωνος γενόμενος υἱὸς Σύρος ἐβασίλευσε τῶν ἀπʼ ἐκείνου Σύρων ὀνομασθέντων.

Κόρκυρα δʼ ὑπὸ Ποσειδῶνος ἀπηνέχθη εἰς νῆσον τὴν ἀπʼ ἐκείνης Κόρκυραν ὀνομαζομένην· ἐκ ταύτης δὲ καὶ Ποσειδῶνος ἐγένετο Φαίαξ, ἀφʼ οὗ τοὺς Φαίακας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας.

Φαίακος δʼ ἐγένετο Ἀλκίνοος ὁ τὸν Ὀδυσσέα καταγαγὼν εἰς τὴν Ἰθάκην. Σαλαμὶς δʼ ὑπὸ Ποσειδῶνος ἁρπαγεῖσα ἐκομίσθη εἰς τὴν ἀπʼ αὐτῆς νῆσον Σαλαμῖνα προσαγορευθεῖσαν· αὕτη δὲ μιγεῖσα Ποσειδῶνι Κυχρέα ἐγέννησεν, ὃς βασιλεύσας τῆς νήσου ταύτης καὶ γενόμενος ἐπιφανὴς ἀπέκτεινεν ὄφιν ὑπερφυῆ τὸ μέγεθος καὶ λυμαινόμενον τοὺς ἐγχωρίους.

Αἴγινα δʼ ἐκ Φλιοῦντος ὑπὸ Διὸς ἁρπαγεῖσα εἰς νῆσον ἀπεκομίσθη τὴν ἀπʼ ἐκείνης Αἴγιναν ὀνομασθεῖσαν,

v.1.p.513
ἐν ταύτῃ δὲ Διὶ μιγεῖσα ἐτέκνωσεν Αἰακόν, ὃς ἐβασίλευσε τῆς νήσου.

τούτου δʼ ἐγένοντο υἱοὶ Πηλεὺς καὶ Τελαμών. τούτων δὲ Πηλεὺς δίσκῳ βαλὼν ἀπέκτεινεν ἀκουσίως Φῶκον ὁμοπάτριον ἀδελφόν, ἐξ ἄλλης δὲ μητρὸς γεγενημένον. διὰ δὲ τὸν φόνον Πηλεὺς ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἔφυγε τῆς νῦν Θετταλίας καλουμένης εἰς Φθίαν, καὶ καθαρθεὶς ὑπὸ Ἄκτορος τοῦ βασιλέως διεδέξατο τὴν βασιλείαν, ἄπαιδος ὄντος τοῦ Ἄκτορος. ἐκ δὲ Πηλέως καὶ Θέτιδος γενόμενος Ἀχιλλεὺς ἐστράτευσε μετʼ Ἀγαμέμνονος εἰς Τροίαν.

Τελαμὼν δὲ φυγὼν ἐξ Αἰγίνης κατήντησεν εἰς Σαλαμῖνα, καὶ γήμας Κυχρέως τοῦ βασιλέως τῶν Σαλαμινίων θυγατέρα Γλαύκην ἐβασίλευσε τῆς νήσου. τῆς δὲ γυναικὸς Γλαύκης ἀποθανούσης ἔγημεν ἐξ Ἀθηνῶν Ἐρίβοιαν τὴν Ἀλκάθου, ἐξ ἧς ἐγέννησεν Αἴαντα τὸν ἐπὶ Τροίαν στρατεύσαντα.