Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

καὶ τελευτήσαντα τὴν τιμωρίαν ἔχειν αἰώνιον. τοὺς δὲ Κενταύρους τινὲς μέν φασιν ἐν τῷ Πηλίῳ τραφῆναι ὑπὸ Νυμφῶν, ἀνδρωθέντας δὲ καὶ μιγέντας ἵπποις θηλείαις γεννῆσαι τοὺς ὀνομαζομένους διφυεῖς Ἱπποκενταύρους· τινὲς δὲ λέγουσι τοὺς ἐκ Νεφέλης καὶ Ἰξίονος γεννηθέντας Κενταύρους πρώτους ἱππεύειν ἐπιχειρήσαντας Ἱπποκενταύρους ὠνομάσθαι καὶ εἰς πλάσμα μύθου καταταχθῆναι ὡς διφυεῖς ὄντας.

φασὶ δὲ τούτους ὡς συγγενεῖς ὑπάρχοντας ἀπαιτῆσαι τὸν Πειρίθουν τὸ μέρος τῆς πατρῴας ἀρχῆς· οὐκ ἀποδιδόντος δὲ τοῦ Πειρίθου πόλεμον ἐξενεγκεῖν πρὸς αὐτόν τε καὶ τοὺς Λαπίθας.

ὕστερον δὲ διαλυθέντων αὐτῶν Πειρίθους μὲν γήμας Ἱπποδάμειαν τὴν Βούτου, καὶ καλέσαντος εἰς τοὺς

v.1.p.510
γάμους τόν τε Θησέα καὶ τοὺς Κενταύρους, φασὶ μεθυσθέντας ἐπιβαλέσθαι ταῖς κεκλημέναις γυναιξὶ καὶ βίᾳ μίσγεσθαι, διὰ δὲ τὴν παρανομίαν τόν τε Θησέα καὶ τοὺς Λαπίθας παροξυνθέντας οὐκ ὀλίγους μὲν ἀνελεῖν, τοὺς δὲ λοιποὺς ἐκβαλεῖν ἐκ τῆς πόλεως.

διὰ δὲ ταύτην τὴν αἰτίαν τῶν Κενταύρων πανδημεὶ στρατευσάντων ἐπὶ τοὺς Λαπίθας καὶ πολλοὺς ἀνελόντων, τοὺς ὑπολειφθέντας φυγεῖν εἰς Φολόην τῆς Ἀρκαδίας, τέλος δʼ εἰς Μαλέαν ἐκπεσόντας ἐνταῦθα κατοικῆσαι. τοὺς δὲ Κενταύρους μετεωρισθέντας τοῖς προτερήμασι, καὶ ὁρμωμένους ἐκ τῆς Φολόης, λῄζεσθαι τοὺς παριόντας τῶν Ἑλλήνων καὶ πολλοὺς τῶν περιοίκων ἀναιρεῖν.

τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Ἀσκληπιοῦ καὶ τῶν ἀπογόνων αὐτοῦ. μυθολογοῦσι τοίνυν Ἀσκληπιὸν Ἀπόλλωνος υἱὸν ὑπάρχειν καὶ Κορωνίδος, φύσει δὲ καὶ ἀγχινοίᾳ διενεγκόντα ζηλῶσαι τὴν ἰατρικὴν ἐπιστήμην, καὶ πολλὰ τῶν συντεινόντων πρὸς ὑγίειαν ἀνθρώπων ἐξευρεῖν. ἐπὶ τοσοῦτο δὲ προβῆναι τῇ δόξῃ ὥστε πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν, καὶ διὰ τοῦτο πολλοὺς δοκεῖν τῶν τετελευτηκότων ποιεῖν πάλιν ζῶντας.