Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἡμῖν δʼ ἀρκούντως ἐξειργασμένοις τὴν περὶ τῶν Ἀργοναυτῶν ἱστορίαν καὶ τὰ ὑφʼ Ἡρακλέους πραχθέντα οἰκεῖον ἂν εἴη κατὰ τὴν γενομένην ἐπαγγελίαν ἀναγράψαι τὰς τῶν υἱῶν αὐτοῦ πράξεις. μετὰ τὴν Ἡρακλέους τοίνυν ἀποθέωσιν οἱ παῖδες αὐτοῦ κατῴκουν ἐν Τραχῖνι παρὰ Κήυκι τῷ βασιλεῖ.

μετὰ δὲ ταῦτα Ὕλλου καί τινων ἑτέρων ἀνδρωθέντων, Εὐρυσθεὺς φοβηθεὶς μὴ πάντων ἐνηλίκων γενομένων ἐκπέσῃ τῆς ἐν Μυκήναις βασιλείας, ἔγνω τοὺς Ἡρακλείδας ἐξ ὅλης τῆς Ἑλλάδος φυγαδεῦσαι. διὸ Κήυκι μὲν τῷ βασιλεῖ προηγόρευσε τούς τε Ἡρακλείδας καὶ τοὺς Λικυμνίου παῖδας ἐκβαλεῖν,

ἔτι δὲ Ἰόλαον καὶ τὸ σύστημα τῶν Ἀρκάδων τῶν Ἡρακλεῖ συνεστρατευκότων, ἢ ταῦτα μὴ ποιοῦντα πόλεμον ἀναδέξασθαι.

οἱ δʼ Ἡρακλεῖδαι καὶ οἱ μετʼ αὐτῶν θεωροῦντες αὑτοὺς οὐκ ἀξιομάχους ὄντας Εὐρυσθεῖ πολεμεῖν, ἔγνωσαν ἑκουσίως φεύγειν ἐκ τῆς Τραχῖνος· ἐπιόντες δὲ τῶν ἄλλων πόλεων τὰς ἀξιολογωτάτας ἐδέοντο δέξασθαι σφᾶς αὐτοὺς συνοίκους. μηδεμιᾶς δὲ τολμώσης ὐποδέξασθαι, μόνοι τῶν ἄλλων Ἀθηναῖοι διὰ τὴν ἔμφυτον παρʼ αὐτοῖς

v.1.p.488
ἐπιείκειαν προσεδέξαντο τοὺς Ἡρακλείδας· κατῴκισαν δὲ αὐτοὺς μετὰ τῶν συμφυγόντων εἰς Τρικόρυθον πόλιν, ἥτις ἐστὶ μία τῆς ὀνομαζομένης τετραπόλεως.

μετὰ δέ τινα χρόνον ἁπάντων τῶν Ἡρακλέους παίδων ἠνδρωμένων, καὶ φρονήματος ἐμφυομένου τοῖς νεανίσκοις διὰ τὴν ἀφʼ Ἡρακλέους δόξαν, ὑφορώμενος αὐτῶν τὴν αὔξησιν Εὐρυσθεὺς ἐστράτευσεν ἐπʼ αὐτοὺς μετὰ πολλῆς δυνάμεως.

οἱ δʼ Ἡρακλεῖδαι, βοηθούντων αὐτοῖς τῶν Ἀθηναίων, προστησάμενοι τὸν Ἡρακλέους ἀδελφιδοῦν Ἰόλαον, καὶ τούτῳ τε καὶ Θησεῖ καὶ Ὕλλῳ τὴν στρατηγίαν παραδόντες, ἐνίκησαν παρατάξει τὸν Εὐρυσθέα. κατὰ δὲ τὴν μάχην πλεῖστοι μὲν τῶν μετʼ Εὐρυσθέως κατεκόπησαν, αὐτὸς δʼ ὁ Εὐρυσθεύς, τοῦ ἅρματος κατὰ τὴν φυγὴν συντριβέντος, ὑπὸ Ὕλλου τοῦ Ἡρακλέους ἀνῃρέθη· ὁμοίως δὲ καὶ οἱ υἱοὶ τοῦ Εὐρυσθέως πάντες κατὰ τὴν μάχην ἐτελεύτησαν.