Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐπιζητούσης δὲ τῆς ἱστορίας τὰς τῆς ξενοκτονίας αἰτίας, ἀναγκαῖον βραχέα διελθεῖν, ἄλλως τε καὶ τῆς παρεκβάσεως οἰκείας ἐσομένης ταῖς τῶν Ἀργοναυτῶν πράξεσι. φασὶ γὰρ Ἡλίου δύο γενέσθαι παῖδας, Αἰήτην τε καὶ Πέρσην· τούτων δὲ τὸν μὲν Αἰήτην βασιλεῦσαι τῆς Κολχίδος, τὸν δʼ ἕτερον τῆς Ταυρικῆς, ἀμφοτέρους δὲ διενεγκεῖν ὠμότητι.

καὶ Πέρσου μὲν Ἑκάτην γενέσθαι θυγατέρα, τόλμῃ καὶ παρανομίᾳ προέχουσαν τοῦ πατρός· φιλοκύνηγον δʼ οὖσαν ἐν ταῖς ἀποτυχίαις ἀνθρώπους ἀντὶ τῶν θηρίων κατατοξεύειν. φιλότεχνον δʼ εἰς φαρμάκων θανασίμων συνθέσεις γενομένην τὸ καλούμενον ἀκόνιτον ἐξευρεῖν, καὶ τῆς ἑκάστου δυνάμεως πεῖραν λαμβάνειν μίσγουσαν ταῖς διδομέναις τοῖς ξένοις

v.1.p.466
τροφαῖς. ἐμπειρίαν δὲ μεγάλην ἐν τούτοις ἔχουσαν πρῶτον μὲν τὸν πατέρα φαρμάκῳ διαφθεῖραι καὶ διαδέξασθαι τὴν βασιλείαν, ἔπειτʼ Ἀρτέμιδος ἱερὸν ἱδρυσαμένην καὶ τοὺς καταπλέοντας ξένους θύεσθαι τῇ θεῷ καταδείξασαν ἐπʼ ὠμότητι διονομασθῆναι.

μετὰ δὲ ταῦτα συνοικήσασαν Αἰήτῃ γεννῆσαι δύο θυγατέρας, Κίρκην τε καὶ Μήδειαν, ἔτι δʼ υἱὸν Αἰγιαλέα. καὶ τὴν μὲν Κίρκην εἰς φαρμάκων παντοδαπῶν ἐπίνοιαν ἐκτραπεῖσαν ἐξευρεῖν ῥιζῶν παντοίας φύσεις καὶ δυνάμεις ἀπιστουμένας· οὐκ ὀλίγα μὲν γὰρ ὑπὸ τῆς μητρὸς Ἑκάτης διδαχθῆναι, πολὺ δὲ πλείω διὰ τῆς ἰδίας ἐπιμελείας ἐξευροῦσαν μηδεμίαν ὑπερβολὴν ἀπολιπεῖν ἑτέρᾳ πρὸς ἐπίνοιαν φαρμακείας.

δοθῆναι δʼ αὐτὴν εἰς γάμον τῷ βασιλεῖ τῶν Σαρματῶν, οὓς ἔνιοι Σκύθας προσαγορεύουσι. καὶ τὸ μὲν πρῶτον τὸν ἄνδρα φαρμάκοις ἀνελεῖν, μετὰ δὲ ταῦτα τὴν βασιλείαν διαδεξαμένην πολλὰ κατὰ τῶν ἀρχομένων ὠμὰ πρᾶξαι καὶ βίαια.

διόπερ ἐκπεσοῦσαν τῆς βασιλείας κατὰ μέν τινας τῶν μυθογράφων φυγεῖν ἐπὶ τὸν ὠκεανόν, καὶ νῆσον ἔρημον καταλαβομένην ἐνταῦθα μετὰ τῶν συμφυγουσῶν γυναικῶν καθιδρυθῆναι, κατὰ δέ τινας τῶν ἱστορικῶν ἐκλιποῦσαν τὸν Πόντον κατοικῆσαι τῆς Ἰταλίας ἀκρωτήριον τὸ μέχρι τοῦ νῦν ἀπʼ ἐκείνης Κίρκαιον ὀνομαζόμενον.